διὰ τί περιπόρφυρον ὁ δήμαρχος οὐ φορεῖ, τῶν ἄλλων ἀρχόντων φορούντων; ἢ τὸ παράπαν οὐδʼ ἐστὶν ἄρχων; οὐδὲ γὰρ ῥαβδούχους ἔχουσι οὐδʼ ἐπὶ δίφρου καθήμενοι χρηματίζουσιν, οὐδʼ ἔτους ἀρχῇ καθάπερ οἱ λοιποὶ πάντες ἄρχοντες εἰσίασιν, εἰσίασιν Meziriacus: εἰσιν . οὐδὲ παύονται δικτάτωρος αἱρεθέντος ἀλλὰ πᾶσαν ἀρχὴν ἐκείνου μετατιθέντος εἰς ἑαυτὸν αὐτοὶ μόνοι διαμένουσιν, ὥσπερ οὐκ ὄντες ἄρχοντες ἀλλʼ ἑτέραν τινὰ τάξιν ἔχοντες. ὡς δὲ τῶν ῥητόρων ἔνιοι τὴν παραγραφὴν οὐ βούλονται δίκην εἶναι, τοὐναντίον τῇ δίκῃ δρῶσαν ἡ μὲν γὰρ εἰσάγει καὶ ποιεῖ κρίσιν, ἡ δʼ ἀναιρεῖ καὶ λύει· τὸν αὐτὸν τρόπον οἴονται τὴν δημαρχίαν κώλυσιν ἀρχῆς μᾶλλον εἶναι καὶ πρὸς ἀρχὴν ἀντίταξιν ἢ ἀρχήν. τὸ γὰρ ἐνστῆναι πρὸς δύναμιν ἄρχοντος καὶ τὴν ἄγαν ἐξουσίαν ἀφελεῖν ἐξουσία καὶ δύναμίς ἐστιν αὐτῆς. ἢ ταῦτα μὲν ἄν τις εἴποι καὶ τὰ τοιαῦτα χρώμενος εὑρησιλογίᾳ· τῆς δὲ δημαρχίας τὴν γένεσιν ἐκ τοῦ δήμου λαμβανούσης τὸ δημοτικὸν ἰσχυρόν ἐστι, καὶ μέγα τὸ μὴ μεῖζον φρονεῖν τῶν λοιπῶν ἀλλʼ ὁμοιοῦσθαι καὶ σχήματι καὶ στολῇ καὶ διαίτῃ τοῖς ἐπιτυγχάνουσι τῶν πολιτῶν. ὁ γὰρ ὄγκος ὑπάτῳ προσήκει καὶ στρατηγῷ, τὸν δὲ δήμαρχον, ὡς Γάιος Κουρίων ἔλεγε, καταπατεῖσθαι δεῖ, καὶ μὴ σεμνὸν εἶναι τῇ ὄψει μηδὲ δυσπρόσοδον μηδὲ τοῖς πολλοῖς χαλεπόν, ἀλλʼ ὑπὲρ τῶν ἄλλων ἄοκνον ἄοκνον added by F.C.B. to fill a lacuna τοῖς δὲ πολλοῖς εὐμεταχείριστον. ὅθεν οὐδʼ οἰκίας αὐτοῦ κλείεσθαι νενόμισται, θύραν, ἀλλὰ καὶ νύκτωρ ἀνέῳγε καὶ μεθʼ ἡμέραν ὥσπερ λιμὴν καὶ καταφυγὴ τοῖς δεομένοις. ὅσῳ δὲ μᾶλλον ἐκταπεινοῦται τῷ σχήματι, σχήματι Wyttenbach: σώματι . τοσούτῳ μᾶλλον αὔξεται τῇ δυνάμει. κοινὸν γὰρ αὐτὸν ἀξιοῦσι τῇ χρείᾳ καὶ πᾶσιν ἐφικτὸν ὥσπερ βωμὸν εἶναι, τῇ δὲ τιμῇ ποιοῦσιν ἱερὸν καὶ ἅγιον καὶ ἄσυλον ὅπου κἂν βαδίζων ἐν δημοσίῳ πάθῃ τι, πάθῃ τι suggested by Bernardakis: πᾶσι νόμος ἐστὶ καθαίρεσθαι καὶ ἁγνίζεσθαι τὸ σῶμα καθάπερ μεμιασμένον. διὰ τί τῶν στρατηγῶν αἱ ῥάβδοι συνδεδεμέναι προσηρτημένων τῶν πελέκεων φέρονται; πότερον ὅτι σύμβολόν ἐστι τοῦ μὴ δεῖν πρόχειρον εἶναι καὶ λελυμένην τὴν ὀργὴν τοῦ ἄρχοντος, ἢ διατριβὴν καὶ μέλλησιν ἐμποιοῦν τῇ ὀργῇ τὸ λύειν ἀτρέμα τὰς ῥάβδους πολλάκις ἐποίησε μεταγνῶναι περὶ τῆς κολάσεως; ἐπεὶ δὲ τῆς κακίας τὸ μὲν ἰάσιμόν ἐστι τὸ δʼ ἀνήκεστον, αἱ μὲν ῥάβδοι νουθετοῦσι τὸ μεταθέσθαι δυνάμενον, οἱ οἱ Bernardakis: αἱ δὲ πελέκεις ἀποκόπτουσι τὸ ἀνουθέτητον. διὰ τί τοὺς καλουμένους Βλετονησίους βαρβάρους ὄντας ἄνθρωπον τεθυκέναι θεοῖς πυθόμενοι, μετεπέμψαντο τοὺς ἄρχοντας αὐτῶν ὡς κολάσοντες, ἐπεὶ δὲ νόμῳ τινὶ τοῦτʼ ἐφαίνοντο πεποιηκότες, ἐκείνους μὲν ἀπέλυσαν, ἐκώλυσαν δὲ πρὸς τὸ λοιπόν; αὐτοὶ δʼ οὐ πολλοῖς ἔτεσιν ἔμπροσθεν δύο μὲν ἄνδρας δύο δὲ γυναῖκας ἐν τῇ βοῶν ἀγορᾷ λεγομένῃ, τοὺς μὲν Ἕλληνας, τοὺς δὲ Γαλάτας, ζῶντας κατώρυξαν φαίνεται γὰρ ἄτοπον ταῦτα μὲν ποιεῖν αὐτούς, ἐπιτιμᾶν δὲ βαρβάροις ὡς οὐχ ὅσια ποιοῦσι. πότερον τὸ μὲν θεοῖς θύειν ἀνθρώπους ἀνόσιον ἡγοῦντο, τὸ δὲ δαίμοσιν ἀναγκαῖον ἢ τοὺς μὲν ἔθει καὶ νόμῳ τοῦτο πράττοντας ἁμαρτάνειν ἐνόμιζον, αὐτοὶ δὲ προσταχθέντες ἐκ τῶν Σιβυλλείων ἔπραξαν; λέγεται γὰρ Ἐλβίαν τινὰ παρθένον ὀχουμένην ἐφʼ ἵππου βληθῆναι κεραυνῷ, καὶ γυμνὸν μὲν εὑρεθῆναι κείμενον τὸν ἵππον, γυμνὴν δʼ αὐτὴν ὡς ἐπίτηδες ἀνηγμένου τοῦ χιτῶνος ἀπὸ τῶν ἀπορρήτων, ὑποδημάτων δὲ καὶ δακτυλίων καὶ κεκρυφάλου διερριμμένων χωρὶς ἄλλων ἀλλαχόθι, τοῦ δὲ στόματος ἔξω προβεβληκότος τὴν γλῶσσαν. ἀποφηναμένων δὲ τῶν μάντεων δεινὴν μὲν αἰσχύνην ταῖς ἱεραῖς παρθένοις εἶναι καὶ γενήσεσθαι περιβόητον, ἅψεσθαι δέ τινα καὶ ἱππέων ὕβριν, ἐμήνυσε βάρβαρος βάρβαρος Madvig: βάρβαρου . τινὸς ἱππικοῦ θεράπων τρεῖς παρθένους τῶν ἑστιάδων, Αἰμιλίαν καὶ Λικινίαν καὶ Μαρκίαν, Μαρκίαν Wyttenbach: μαρτίαν , ὑπὸ ταὐτὸ διεφθαρμένας καὶ συνούσας πολὺν χρόνον ἀνδράσιν, ὧν εἷς ἦν Βετούτιος Βάρρος Βετούτιος Βάρρος Wyttenbach: βουτέτιος βάρβαρος ( βετούτιος in some mss.). τοῦ μηνυτοῦ δεσπότης. ἐκεῖναι μὲν οὖν ἐκολάσθησαν ἐξελεγχθεῖσαι, τῆς δὲ πράξεως δεινῆς φανείσης, ἔδοξεν ἀνερέσθαι ἀνερέσθαι Xylander: ἀναιρεῖσθαι . τὰ Σιβύλλεια τοὺς ἱερεῖς. εὑρεθῆναι δέ φασι χρησμοὺς ταῦτά τε προδηλοῦντας ὡς ἐπὶ κακῷ γενησόμενα, καὶ προστάττοντας ἀλλοκότοις τισὶ δαίμοσι καὶ ξένοις ἀποτροπῆς ἕνεκα τοῦ ἐπιόντος προέσθαι δύο μὲν Ἕλληνας, δύο δὲ Γαλάτας ζῶντας αὐτόθι κατορυγέντας. διὰ τί τὴν τῆς ἡμέρας ἀρχὴν ἐκ μέσης νυκτὸς λαμβάνουσι; πότερον ὅτι ἡ πολιτεία στρατιωτικὴν ἐν ἀρχῇ σύνταξιν εἶχε, τὰ δὲ πολλὰ νύκτωρ ἐν ταῖς στρατείαις προλαμβάνεται τῶν χρησίμων; ἢ πράξεως μὲν ἀρχὴν ἐποιοῦντο τὴν ἀνατολήν, παρασκευῆς δὲ τὴν νύκτα; δεῖ γὰρ παρασκευασαμένους πράττειν, ἀλλὰ μὴ παρασκευάζεσθαι πράττοντας, ὡς Μύσων πρὸς Χίλωνα τὸν σοφὸν εἰπεῖν λέγεται ἐν χειμῶνι θρίνακα τεκταινόμενος. ἢ καθάπερ ἡ μεσημβρία πέρας ἐστὶ τοῖς πολλοῖς τοῦ τὰ δημόσια καὶ σπουδαῖα πράττειν, οὕτως ἀρχὴν ἔδοξε ποιεῖσθαι τὸ μεσονύκτιον; τεκμήριον δὲ τούτου τούτου Wyttenbach: τοῦτο μέγα τὸ μὴ ποιεῖσθαι Ῥωμαῖον ἄρχοντα συνθήκας μηδʼ ὁμολογίας μετὰ μέσον ἡμέρας. ἢ δύσει μὲν καὶ ἀνατολῇ λαμβάνειν ἀρχὴν ἡμέρας καὶ τελευτὴν οὐ οὐ ] Petavius’s conjecture, found in A only. δυνατόν ἐστιν; ὡς μὲν γάρ οἱ πολλοὶ τῇ αἰσθήσει διορίζουσιν ἡμέρας μὲν ἀρχὴν τὴν πρώτην ἀνάσχεσιν τοῦ ἡλίου, νυκτὸς δὲ τὴν τὴν added by Bernardakis. τελευταίαν ἀπόκρυψιν λαμβάνοντες, οὐχ ἕξομεν ἰσημερίαν, ἀλλʼ ἣν μάλιστα τῇ ἡμέρᾳ νύκτα παρισοῦσθαι δοκοῦμεν, αὕτη τῆς ἡμέρας ἐλάττων φανεῖται τῷ τοῦ ἡλίου μεγέθει. ὃ δʼ αὖ πάλιν οἱ μαθηματικοὶ ταύτην ἰώμενοι τὴν ἀτοπίαν τίθενται, τὸ τοῦ ἡλίου κέντρον, ὅταν ἅψηται τοῦ ὁρίζοντος, ἡμέρας διορισμὸν εἶναι καὶ νυκτός, ἀναίρεσίς ἐστι τῆς ἐναργείας. συμβήσεται γὰρ, ἔτι πολλοῦ φωτὸς ὑπὲρ ὑπὲρ Xylander: ὑπὸ γῆν ὄντος καὶ τοῦ ἡλίου καταλάμποντος ἡμᾶς, μηδέπω ἡμέραν ὁμολογεῖν ἀλλʼ ἔτι νύκτα εἶναι. ἐπεὶ τοίνυν ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι τοῦ ἡλίου δύσληπτός ἐστιν ἡ ἀρχὴ διὰ τὰς εἰρημένας ἀλογίας, ἀπολείπεται τὸ μεσουρανοῦν ἢ τὸ ἀντιμεσουρανοῦν αὐτοῦ λαμβάνειν ἀρχήν. βέλτιον δὲ τὸ δεύτερον· φέρεται γὰρ ἐκ μεσημβρίας ἐπὶ τὰς δύσεις ἀφʼ ἡμῶν, ἐκ δὲ μεσονυκτίου πρὸς ἡμᾶς ἐπὶ τὰς ἀνατολάς. διὰ τί τὰς γυναῖκας οὔτʼ ἀλεῖν εἴων οὔτʼ ὀψοποιεῖν τὸ παλαιόν; ἢ τὰς συνθήκας διαμνημονεύοντες, ἃς ἐποιήσαντο πρὸς τοὺς Σαβίνους; ἐπεὶ γὰρ ἥρπασαν τὰς θυγατέρας αὐτῶν εἶτα πολεμήσαντες διηλλάγησαν, ἐν ταῖς ἄλλαις ὁμολογίαις καὶ τοῦτʼ ἐγράφη, μήτʼ ἀλεῖν ἀνδρὶ Ῥωμαίῳ γυναῖκα μήτε μαγειρεύειν.