<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="78"><p rend="indent"><q>διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς αἴσιος;</q></p><p rend="indent">πότερον οὐκ ἔστι τοῦτʼ ἀληθές, ἀλλὰ παρακρούεται πολλοὺς ἡ διάλεκτος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διάλεκτος</foreign>] <foreign xml:lang="grc">διαλεκτικός</foreign> in practically all mss.</note>; τὸ γὰρ ἀριστερὸν <q>σίνιστρον ὀνομάζουσι,</q> τὸ δʼ ἐφεῖναι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐφεῖναι</foreign> Xylander: <foreign xml:lang="grc">ἀφεῖναι</foreign>.</note> <q>σίνερε</q> καὶ <q>σίνε</q> λέγουσιν, ὅταν ἐφεῖναι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐφεῖναι</foreign> Xylander: <foreign xml:lang="grc">ἀφεῖναι</foreign>.</note> παρακαλῶσι. τὸν οὖν ἐφιέντα τὴν πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ πολλοὶ καὶ ὀνομάζουσιν. </p><p rend="indent">ἢ, καθάπερ Διονύσιός φησιν, Ἀσκανίῳ τῷ Αἰνείου παραταττομένῳ πρὸς Μεζέντιον ἀστραπῆς <milestone unit="stephpage" xml:id="stephpage-282e" n="282e"/> ἐν ἀριστερᾷ νικηφόρου γενομένης οἰωνισάμενοις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οἰωνισάμενοις</foreign> F.C.B.; <foreign xml:lang="grc">οἰωνισαμένῳ</foreign> Rose: <foreign xml:lang="grc">οἰωνισάμενοι</foreign>.</note> καὶ πρὸς τὸ λοιπὸν οὕτω παραφυλάττουσιν; ἤ, ὡς ἄλλοι τινές, Αἰνείᾳ τούτου συμπεσόντος; καὶ γὰρ Θηβαῖοι τῷ ἀριστερῷ κέρατι τρεψάμενοι τοὺς πολεμίους καὶ κρατήσαντες ἐν Λεύκτροις, διετέλεσαν ἐν πάσαις ταῖς μάχαις τῷ ἀριστερῷ τὴν ἡγεμονίαν ἀποδιδόντες. </p><p rend="indent">ἤ μᾶλλον, ὡς Ἰόβας φησί, τοῖς πρὸς τὰς ἀνατολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίγνεται τὸ βόρειον, ὃ δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον; </p><p rend="indent">ὅρα δὲ μὴ φύσει τοῖς εὐωνύμοις ἀσθενεστέροις οὖσιν οἱ προϊστάμενοι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προϊστάμενοι</foreign> Abresch, supported by one ms.: <foreign xml:lang="grc">παριστάμενοι</foreign>.</note> τῶν οἰωνῶν οἷον ἀναρρωννύουσι<milestone unit="stephpage" xml:id="stephpage-282f" n="282f"/> καὶ ὑπερείδουσι τὸ ἐλλιπὲς τῆς δυνάμεως ἐπανισοῦντες. <pb xml:id="v.4.p.120"/> </p><p rend="indent">ἢ τὰ ἐπίγεια καὶ θνητὰ τοῖς οὐρανίοις καὶ θείοις ἀντικεῖσθαι νομίζοντες ᾤοντο τὰ πρὸς ἡμᾶς ἀριστερὰ τοὺς θεοὺς ἀπὸ τῶν δεξιῶν προπέμπειν;</p></div><div subtype="section" type="textpart" n="79"><p rend="indent"><q>διὰ τί τοῦ θριαμβεύσαντος εἶτʼ ἀποθανόντος καὶ καέντος ἐξῆν ὀστέον λαβόντας εἰς τὴν πόλιν εἰσφέρειν καὶ κατατίθεσθαι, ὡς Πύρρων ὁ Λιπαραῖος ἱστόρηκεν;</q></p><p rend="indent">ἢ τιμῆς ἕνεκα τοῦ τεθνηκότος; καὶ γὰρ ἄλλοις ἀριστεῦσι καὶ στρατηγοῖς ἔδωκαν οὐκ αὐτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἀπʼ αὐτῶν ἐνθάπτεσθαι τῇ ἀγορᾷ, καθάπερ Οὐαλερίῳ καὶ Φαβρικίῳ· καὶ <milestone unit="stephpage" xml:id="stephpage-283a" n="283a"/> φασι τούτων ἀπογόνοις ἀποθανοῦσι καὶ κομισθεῖσιν εἰς ἀγορὰν ὑφίεσθαι δᾷδα καιομένην, εἶτʼ εὐθὺς αἴρεσθαι,, χρωμένων ἀνεπιφθόνως τῇ τιμῇ καὶ τὸ ἐξεῖναι μόνον ἐκβεβαιουμένων.</p></div><div subtype="section" type="textpart" n="80"><p rend="indent"><q>διὰ τί τοὺς θριαμβεύσαντας ἑστιῶντες ἐν δημοσίῳ παρῃτοῦντο τοὺς ὑπάτους, καὶ πέμποντες παρεκάλουν μὴ ἐλθεῖν ἐπὶ τὸ δεῖπνον;</q></p><p rend="indent">ἢ καὶ τόπον ἔδει τῷ θριαμβεύσαντι κλισίας τὸν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κλισίας τὸν</foreign> Cobet: <foreign xml:lang="grc">καὶ σίαστον</foreign></note> ἐντιμότατον ἀποδίδοσθαι καὶ προπομπὴν μετὰ τὸ δεῖπνον; ταῦτα δʼ οὐκ ἔξεστιν ἑτέρῳ γίγνεσθαι τῶν ὑπάτων παρόντων, ἀλλʼ ἐκείνοις.</p></div></div></body></text></TEI>