διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς αἴσιος; πότερον οὐκ ἔστι τοῦτʼ ἀληθές, ἀλλὰ παρακρούεται πολλοὺς ἡ διάλεκτος διάλεκτος ] διαλεκτικός in practically all mss. ; τὸ γὰρ ἀριστερὸν σίνιστρον ὀνομάζουσι, τὸ δʼ ἐφεῖναι ἐφεῖναι Xylander: ἀφεῖναι . σίνερε καὶ σίνε λέγουσιν, ὅταν ἐφεῖναι ἐφεῖναι Xylander: ἀφεῖναι . παρακαλῶσι. τὸν οὖν ἐφιέντα τὴν πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ πολλοὶ καὶ ὀνομάζουσιν. ἢ, καθάπερ Διονύσιός φησιν, Ἀσκανίῳ τῷ Αἰνείου παραταττομένῳ πρὸς Μεζέντιον ἀστραπῆς ἐν ἀριστερᾷ νικηφόρου γενομένης οἰωνισάμενοις οἰωνισάμενοις F.C.B.; οἰωνισαμένῳ Rose: οἰωνισάμενοι . καὶ πρὸς τὸ λοιπὸν οὕτω παραφυλάττουσιν; ἤ, ὡς ἄλλοι τινές, Αἰνείᾳ τούτου συμπεσόντος; καὶ γὰρ Θηβαῖοι τῷ ἀριστερῷ κέρατι τρεψάμενοι τοὺς πολεμίους καὶ κρατήσαντες ἐν Λεύκτροις, διετέλεσαν ἐν πάσαις ταῖς μάχαις τῷ ἀριστερῷ τὴν ἡγεμονίαν ἀποδιδόντες. ἤ μᾶλλον, ὡς Ἰόβας φησί, τοῖς πρὸς τὰς ἀνατολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίγνεται τὸ βόρειον, ὃ δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον; ὅρα δὲ μὴ φύσει τοῖς εὐωνύμοις ἀσθενεστέροις οὖσιν οἱ προϊστάμενοι προϊστάμενοι Abresch, supported by one ms.: παριστάμενοι . τῶν οἰωνῶν οἷον ἀναρρωννύουσι καὶ ὑπερείδουσι τὸ ἐλλιπὲς τῆς δυνάμεως ἐπανισοῦντες. ἢ τὰ ἐπίγεια καὶ θνητὰ τοῖς οὐρανίοις καὶ θείοις ἀντικεῖσθαι νομίζοντες ᾤοντο τὰ πρὸς ἡμᾶς ἀριστερὰ τοὺς θεοὺς ἀπὸ τῶν δεξιῶν προπέμπειν; διὰ τί τοῦ θριαμβεύσαντος εἶτʼ ἀποθανόντος καὶ καέντος ἐξῆν ὀστέον λαβόντας εἰς τὴν πόλιν εἰσφέρειν καὶ κατατίθεσθαι, ὡς Πύρρων ὁ Λιπαραῖος ἱστόρηκεν; ἢ τιμῆς ἕνεκα τοῦ τεθνηκότος; καὶ γὰρ ἄλλοις ἀριστεῦσι καὶ στρατηγοῖς ἔδωκαν οὐκ αὐτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἀπʼ αὐτῶν ἐνθάπτεσθαι τῇ ἀγορᾷ, καθάπερ Οὐαλερίῳ καὶ Φαβρικίῳ· καὶ φασι τούτων ἀπογόνοις ἀποθανοῦσι καὶ κομισθεῖσιν εἰς ἀγορὰν ὑφίεσθαι δᾷδα καιομένην, εἶτʼ εὐθὺς αἴρεσθαι,, χρωμένων ἀνεπιφθόνως τῇ τιμῇ καὶ τὸ ἐξεῖναι μόνον ἐκβεβαιουμένων. διὰ τί τοὺς θριαμβεύσαντας ἑστιῶντες ἐν δημοσίῳ παρῃτοῦντο τοὺς ὑπάτους, καὶ πέμποντες παρεκάλουν μὴ ἐλθεῖν ἐπὶ τὸ δεῖπνον; ἢ καὶ τόπον ἔδει τῷ θριαμβεύσαντι κλισίας τὸν κλισίας τὸν Cobet: καὶ σίαστον ἐντιμότατον ἀποδίδοσθαι καὶ προπομπὴν μετὰ τὸ δεῖπνον; ταῦτα δʼ οὐκ ἔξεστιν ἑτέρῳ γίγνεσθαι τῶν ὑπάτων παρόντων, ἀλλʼ ἐκείνοις.