διὰ τί λύχνον οὐκ ἐσβέννυσαν, ἀλλʼ αὐτὸν ὑφʼ ἑαυτοῦ περιεώρων μαραινόμενον; πότερον ὡς συγγενὲς καὶ ἀδελφικὸν σεβόμενοι τοῦ ἀσβέστου καὶ ἀθανάτου πυρός, ἢ καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μὴ δεῖν τὸ ἔμψυχον, ἂν μὴ βλάπτῃ, διαφθείρειν μηδʼ ἀναιρεῖν, ὡς ζῴῳ ζῴῳ Dübner: ζώου . τοῦ πυρὸς ἐοικότος; καὶ γὰρ τροφῆς δεῖται καὶ αὐτοκίνητόν ἐστιν καὶ σβεννύμενον φωνὴν ἀφίησιν ὥσπερ φονευόμενον. ἤ διδάσκει τὸ ἔθος ἡμᾶς ὅτι δεῖ μήτε πῦρ μήθʼ ὕδωρ μήτʼ ἄλλο τι τῶν ἀναγκαίων αὐτοὺς ἄδην ἔχοντας διαφθείρειν, ἀλλʼ ἐᾶν χρῆσθαι τοὺς δεομένους καὶ ἀπολείπειν ἑτέροις, ὅταν αὐτοὶ μηκέτι χρείαν ἔχωμεν; διὰ τί τὰς ἐν τοῖς ὑποδήμασι σεληνίδας οἱ διαφέρειν δοκοῦντες εὐγενείᾳ φοροῦσιν; πότερον, ὡς Κάστωρ φησί, σύμβολόν ἐστι τοῦτο τῆς λεγομένης οἰκήσεως ἐπὶ τῆς σελήνης τῆς σελήνης E: ταῖς σελήναις . καὶ ὅτι μετὰ τὴν τελευτὴν αὖθις αἱ ψυχαὶ τὴν σελήνην ὑπὸ πόδας ἕξουσιν, ἢ τοῖς παλαιοτάτοις τοῦθʼ ὑπῆρχεν ἐξαίρετον; οὗτοι δʼ ἦσαν Ἀρκάδες τῶν ἀπʼ ἀπʼ ] ἐπʼ Xylander and Kronenburg. Εὐάνδρου Προσελήνων λεγομένων. ἢ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τοὺς ἐπαιρομένους καὶ μέγα φρονοῦντας ὑπομιμνσῄκει ὑπομιμνσῄκει a patent correction: ὑπομιμνσήκειν τῆς ἐπʼ ἀμφότερον τῶν ἀνθρωπίνων μεταβολῆς παράδειγμα ποιουμένους τὴν σελήνην, ὡς ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα πρόσωπα καλλύνουσα καὶ πληρουμένη, χὤταν περ αὑτῆς εὐπρεπεστάτη εὐπρεπεστάτη , Moralia , 517 D: εὐγενεστάτη ( εὐγανεστάτη ? Pohlenz). φανῇ, πάλιν διαρρεῖ κἀπὶ κἀπὶ ] κεἰς τὸ in the Life of Demetrius , chap. xlv. μηδὲν ἔρχεται; ἤ πειθαρχίας ἦν μάθημα βασιλευομένους βασιλευομένους ] βουλευομένων in some mss. μὴ δυσχεραίνειν, ἀλλʼ ὥσπερ ἡ σελήνη προσέχειν ἐν ἐθέλει τῷ κρείττονι καὶ δευτερεύειν ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο κατὰ τὸν Παρμενίδην, οὕτω τὴν δευτέραν τάξιν ἀγαπᾶν χρωμένους τῷ ἡγεμόνι καὶ τῆς ἀπʼ ἐκείνου δυνάμεως καὶ τιμῆς ἀπολαύοντας; διὰ τί τὸν μὲν ἐνιαυτὸν τοῦ Διὸς νομίζουσι, τοὺς δὲ μῆνας τῆς Ἥρας; ἢ ὅτι τῶν μὲν ἀοράτων θεῶν καὶ νοητῶν βασιλεύουσι Ζεὺς καὶ Ἥρα, τῶν δʼ ὁρατῶν ἥλιος καὶ σελήνη; ποιεῖ δʼ ὁ μὲν ἥλιος τὸν ἐνιαυτόν, ἡ δὲ σελήνη τοὺς μῆνας. δεῖ δὲ μὴ νομίζειν ἁπλῶς εἰκόνας ἐκείνων τούτους, ἀλλʼ αὐτὸν ἐν ὕλῃ Δία τὸν ἥλιον, καὶ αὐτὴν τὴν Ἥραν ἐν ὕλῃ τὴν σελήνην. διὸ καὶ Ἰουνῶνεμ Ἰουνῶνεμ an early correction (in the Vossianus according to Wyttenbach): ἴουνον . ἐπονομάζουσι τὴν Ἥραν, τὸ νέον ἢ τὸ νεώτερον ἐμφαίνοντος τοῦ ὀνόματος ἀπὸ τῆς σελήνης· καὶ Λουκῖναν Ἥραν καλοῦσιν οἷον φωτεινὴν φωτεινὴν ] φαεινὴν in most mss. ἢ φωτίζουσαν καὶ νομίζουσιν ἐν ταῖς λοχείαις καὶ ὠδῖσι βοηθεῖν, ὥσπερ καὶ τὴν σελήνην, διὰ κυάνεον κυάνεον ] λαμπρὸν as quoted by Macrobius. πόλον ἄστρων διὰ τʼ ὠκυτόκοιο σελάνας· εὐτοκεῖν γὰρ ἐν ταῖς πανσελήνοις μάλιστα δοκοῦσιν.