<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="7"><p rend="indent"><q>διὰ τί δὲ δῶρον λαβεῖν ἀνδρὶ παρὰ γυναικὸς καὶ γυναικὶ παρʼ ἀνδρὸς ἀπείρηται;</q><pb xml:id="v.4.p.18"/></p><p rend="indent">πότερον, ὡς Σόλων γράψας τὰς δόσεις κυρίας εἶναι τῶν τελευτώντων, πλὴν εἰ μή τις ἀνάγκῃ συνεχόμενος ἢ γυναικὶ πειθόμενος τὴν μὲν ἀνάγκην <milestone unit="stephpage" xml:id="stephpage-265f" n="265f"/> ὡς βιαζομένην ὑπεξείλετο, τὴν δʼ ἡδονὴν ὡς παραλογιζομένην, οὕτως ὑπενοήθησαν αἱ γυναικῶν καὶ ἀνδρῶν δόσεις; </p><p rend="indent">ἢ φαυλότατον ἡγούμενοι σημεῖον εὐνοίας τὸ διδόναι διδόασι γὰρ καὶ ἀλλότριοι καὶ μὴ φιλοῦντες ἐκ τοῦ γάμου τὴν τοιαύτην ἀρέσκειαν ἀνεῖλον, ὅπως ἄμισθον ᾖ καὶ προῖκα καὶ διʼ αὑτὸ μὴ διʼ ἄλλο τὸ φιλεῖσθαι καὶ φιλεῖν; </p><p rend="indent">ἤ, ὅτι τῷ λαμβάνειν διαφθειρόμεναι μάλιστα προσίενται τοὺς ἀλλοτρίους, σεμνὸν ἐφάνη τὸ μὴ διδόντας ἀγαπᾶν τοὺς ἰδίους; </p><p rend="indent">ἢ μᾶλλον ὅτι δεῖ καὶ γυναιξὶ κοινὰ τὰ ἀνδρῶν <milestone unit="stephpage" xml:id="stephpage-266a" n="266a"/> εἶναι καὶ ἀνδράσι τὰ γυναικῶν; μανθάνει γὰρ ὁ λαβὼν τὸ δοθὲν ἀλλότριον ἡγεῖσθαι τὸ μὴ δοθέν, ὥστʼ ὀλίγον διδόντες ἀλλήλοις τὸ πᾶν ἀφαιροῦνται.</p></div><div subtype="section" type="textpart" n="8"><p rend="indent"><q>διὰ τί δὲ παρὰ γαμβροῦ καὶ παρὰ πενθεροῦ λαβεῖν ἐκείνοις κεκώλυται δῶρον;</q></p><p rend="indent">ἢ παρὰ γαμβροῦ μέν, ἵνα μὴ δόξῃ διὰ τοῦ πατρὸς εἰς τὴν γυναῖκα περιχωρεῖν τὸ δῶρον παρὰ πενθεροῦ δέ, ὅτι τὸν μὴ διδόντα δίκαιον ἐφάνη μηδὲ λαμβάνειν; </p></div></div></body></text></TEI>