διὰ τί δὲ δῶρον λαβεῖν ἀνδρὶ παρὰ γυναικὸς καὶ γυναικὶ παρʼ ἀνδρὸς ἀπείρηται; πότερον, ὡς Σόλων γράψας τὰς δόσεις κυρίας εἶναι τῶν τελευτώντων, πλὴν εἰ μή τις ἀνάγκῃ συνεχόμενος ἢ γυναικὶ πειθόμενος τὴν μὲν ἀνάγκην ὡς βιαζομένην ὑπεξείλετο, τὴν δʼ ἡδονὴν ὡς παραλογιζομένην, οὕτως ὑπενοήθησαν αἱ γυναικῶν καὶ ἀνδρῶν δόσεις; ἢ φαυλότατον ἡγούμενοι σημεῖον εὐνοίας τὸ διδόναι διδόασι γὰρ καὶ ἀλλότριοι καὶ μὴ φιλοῦντες ἐκ τοῦ γάμου τὴν τοιαύτην ἀρέσκειαν ἀνεῖλον, ὅπως ἄμισθον ᾖ καὶ προῖκα καὶ διʼ αὑτὸ μὴ διʼ ἄλλο τὸ φιλεῖσθαι καὶ φιλεῖν; ἤ, ὅτι τῷ λαμβάνειν διαφθειρόμεναι μάλιστα προσίενται τοὺς ἀλλοτρίους, σεμνὸν ἐφάνη τὸ μὴ διδόντας ἀγαπᾶν τοὺς ἰδίους; ἢ μᾶλλον ὅτι δεῖ καὶ γυναιξὶ κοινὰ τὰ ἀνδρῶν εἶναι καὶ ἀνδράσι τὰ γυναικῶν; μανθάνει γὰρ ὁ λαβὼν τὸ δοθὲν ἀλλότριον ἡγεῖσθαι τὸ μὴ δοθέν, ὥστʼ ὀλίγον διδόντες ἀλλήλοις τὸ πᾶν ἀφαιροῦνται. διὰ τί δὲ παρὰ γαμβροῦ καὶ παρὰ πενθεροῦ λαβεῖν ἐκείνοις κεκώλυται δῶρον; ἢ παρὰ γαμβροῦ μέν, ἵνα μὴ δόξῃ διὰ τοῦ πατρὸς εἰς τὴν γυναῖκα περιχωρεῖν τὸ δῶρον παρὰ πενθεροῦ δέ, ὅτι τὸν μὴ διδόντα δίκαιον ἐφάνη μηδὲ λαμβάνειν;