<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="63"><p rend="indent"><q>διὰ τί τῷ καλουμένῳ <q>ῥῆγι σακρώρουμ</q> οὗτος δʼ ἐστὶ βασιλεὺς ἱερῶν ἀπείρηται καὶ ἄρχειν καὶ δημηγορεῖν;</q></p><p rend="indent">ἢ τὸ παλαιὸν οἱ βασιλεῖς τὰ πλεῖστα καὶ μέγιστα τῶν ἱερῶν ἔδρων καὶ τὰς θυσίας ἔθυον αὐτοὶ μετὰ τῶν ἱερέων; ἐπεὶ δʼ οὐκ ἐμετρίαζον ἀλλʼ <milestone unit="stephpage" xml:id="stephpage-279d" n="279d"/> ἦσαν ὑπερήφανοι καὶ βαρεῖς, τῶν μὲν Ἑλλήνων οἱ πλεῖστοι τὴν ἐξουσίαν αὐτῶν περιελόμενοι μόνον τὸ θύειν τοῖς θεοῖς ἀπέλιπον, Ῥωμαῖοι δὲ παντάπασι τοὺς βασιλεῖς ἐκβαλόντες ἄλλον ἐπὶ τὰς θυσίας ἔταξαν, οὔτʼ ἄρχειν ἐάσαντες οὔτε δημαγωγεῖν, ὅπως μόνον ἐν τοῖς ἱεροῖς βασιλεύεσθαι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Βασιλεύεσθαι</foreign> Wyttenbach: <foreign xml:lang="grc">βουλεύεσθαι</foreign>.</note> δοκῶσι καὶ βασιλείαν διὰ τοὺς θεοὺς ὑπομένειν. ἔστι γοῦν τις ἐν ἀγορᾷ θυσία πρὸς τῷ λεγομένῳ Κομιτίῳ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Κομιτίῳ</foreign> Bernardakis: <foreign xml:lang="grc">Κομητίῳ</foreign>.</note> πάτριος, ἣν θύσας ὁ βασιλεὺς κατὰ τάχος ἄπεισι φεύγων ἐξ ἀγορᾶς. </p></div><pb xml:id="v.4.p.100"/><div subtype="section" type="textpart" n="64"><p rend="indent"><q>διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος;</q></p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-279e" n="279e"/> πότερον αἰνιττόμενοι τὸ δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων, </p><p rend="indent">ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος; οὐ γὰρ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι, κοινωνεῖν τρόπον τινὰ τραπέζης ἡγούμενοι τοῖς δεσπόταις. </p><p rend="indent">ἢ τῶν ἱερῶν οὐδέποτε δεῖ κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δʼ ἡ τράπεζα;</p></div><div subtype="section" type="textpart" n="65"><p rend="indent"><q>διὰ τί τῇ νύμφῃ τὸ πρῶτον οὐκ ἐντυγχάνει <milestone unit="stephpage" xml:id="stephpage-279f" n="279f"/> μετὰ φωτὸς ὁ ἀνὴρ ἀλλὰ διὰ σκότους;</q></p><p rend="indent">πότερον ὅτι αἰδεῖται πρὶν ἢ συνελθεῖν ἀλλοτρίαν νομίζων, ἢ καὶ πρὸς ἰδίαν προσιέναι μετʼ αἰδοῦς ἐθιζόμενος; </p><p rend="indent">ἢ, καθάπερ ὁ Σόλων ἔγραψε μήλου κυδωνίου τὴν νύμφην ἐντραγοῦσαν εἰς τὸν θάλαμον βαδίζειν, ὅπως τὸ πρῶτον ἄσπασμα μὴ δυσχερὲς γένηται μηδʼ ἀχάριστον, οὕτως ὁ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὁ</foreign>] In E only.</note> Ῥωμαῖος νομοθέτης, εἰ δή τι προσῆν ἄτοπον τῷ σώματι καὶ δυσχερές, ἔκρυψεν; </p><p rend="indent">ἢ διαβολὴ τίς ἐστιν ἀφροδισίων παρανόμων τὸ <pb xml:id="v.4.p.102"/> γιγνόμενον, ὡς καὶ τοῖς νομίμοις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">νομίμοις</foreign> Xylander and some mss.: <foreign xml:lang="grc">νόμοις</foreign></note> αἰσχύνης τινὸς προσούσης;</p></div></div></body></text></TEI>