<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="60"><p rend="indent"><q>διὰ τί, δυοῖν βωμῶν Ἡρακλέους ὄντων, οὐ μεταλαμβάνουσι γυναῖκες οὐδὲ γεύονται τῶν ἐπὶ τοῦ μείζονος θυομένων;</q></p><p rend="indent">πότερον ὅτι τῶν ἱερῶν αἱ περὶ τὴν Καρμένταν <milestone unit="stephpage" xml:id="stephpage-278f" n="278f"/> ὑστέρησαν, ὑστέρησε δὲ καὶ τὸ Πιναρίων γένος· ὅθεν εἰργόμενοι τῆς θοίνης ἑστιωμένων τῶν ἄλλων Πινάριοι προσηγορεύθησαν· ἢ διὰ τὰ μυθολογούμενα περὶ τοῦ χιτῶνος καὶ τῆς Δηιανείρας;</p></div><div subtype="section" type="textpart" n="61"><p rend="indent"><q>διὰ τί τὸν θεὸν ἐκεῖνον, ᾧ μάλιστα τὴν Ῥώμην σῴζειν προσήκει καὶ φυλάττειν, εἴτʼ ἐστὶν ἄρρην εἴτε θήλεια, καὶ λέγειν ἀπείρηται καὶ ζητεῖν καὶ ὀνομάζειν; ταύτην δὲ τὴν ἀπόρρησιν ἐξάπτουσι δεισιδαιμονίας, ἱστοροῦντες Οὐαλέριον Σωρανὸν ἀπολέσθαι κακῶς διὰ τὸ ἐξειπεῖν.</q></p><p rend="indent">πότερον, ὡς τῶν Ῥωμαϊκῶν τινες ἱστορήκασιν, <pb xml:id="v.4.p.96"/> ἐκκλήσεις εἰσὶ καὶ γοητεῖαι θεῶν, αἷς νομίζοντες καὶ αὐτοὶ θεούς τινας ἐκκεκλῆσθαι παρὰ τῶν πολεμίων<milestone unit="stephpage" xml:id="stephpage-279a" n="279a"/> καὶ μετῳκηκέναι πρὸς αὑτοὺς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὑτοὺς</foreign> Hatzidakis: <foreign xml:lang="grc">αὐτούς</foreign>.</note> ἐφοβοῦντο τὸ αὐτὸ παθεῖν ὑφʼ ἑτέρων; ὥσπερ οὖν Τύριοι δεσμοὺς ἀγάλμασι λέγονται περιβαλεῖν, ἕτεροι δʼ αἰτεῖν ἐγγυητὰς ἐπὶ λουτρὸν ἢ καθαρμόν τινα προπέμποντες, οὕτως ᾤοντο Ῥωμαῖοι τὸ ἄρρητον καὶ τὸ ἄγνωστον ἀσφαλεστάτην εἶναι θεοῦ καὶ βεβαιοτάτην φρουράν. </p><p rend="indent">ἢ καθάπερ Ὁμήρῳ πεποίηται τὸ <quote rend="blockquote">γαῖα δʼ ἔτι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔτι</foreign> Homer: <foreign xml:lang="grc">ἐστι</foreign>.</note> ξυνὴ πάντων</quote> ὅπως οἱ ἄνθρωποι τοὺς θεοὺς πάντας σέβωνται καὶ τιμῶσι τὴν γῆν κοινῶς ἔχοντας, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔχοντας</foreign> Meziriacus: <foreign xml:lang="grc">ἔχοντες</foreign>.</note> οὕτως ἀπεκρύψαντο τὸν κύριον τῆς σωτηρίας οἱ παλαιοὶ Ῥωμαῖοι, βουλόμενοι μὴ μόνον τοῦτον ἀλλὰ πάντας ὑπὸ τῶν πολιτῶν τοὺς θεοὺς τιμᾶσθαι; </p></div><div subtype="section" type="textpart" n="62"><milestone unit="stephpage" xml:id="stephpage-279b" n="279b"/><p rend="indent"><q>διὰ τί τῶν λεγομένων Φιτιαλέων, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Φιταλέων</foreign> Bernardakis: <foreign xml:lang="grc">φιδαλέων</foreign> (-<foreign xml:lang="grc">ίων</foreign> E).</note> Ἑλληνιστὶ δʼ οἷον εἰρηνοποιῶν καὶ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign> added by H.J. Rose.</note> σπονδοφόρων, ὁ καλούμενος <q>πάτερ πατρᾶτος</q> ἐνομίζετο μέγιστος; ἔστι δʼ οὗτος, ᾧ πατὴρ ζῇ καὶ παῖδες εἰσὶν ἔχει δὲ καὶ νῦν προνομίαν τινὰ καὶ πίστιν οἱ γάρ στρατηγοὶ τὰ διʼ εὐμορφίαν καὶ ὥραν ἐπιμελοῦς δεόμενα καὶ σώφρονος φυλακῆς σώματα τούτοις παρακατατίθενται.</q><pb xml:id="v.4.p.98"/></p><p rend="indent">πότερον ὅτι τὸ αἰδεῖσθαι τοὺς παῖδας αὐτοῖς καὶ τὸ φοβεῖσθαι τοὺς πατέρας πρόσεστιν· ἢ τοὔνομα τὴν αἰτίαν ὑπαγορεύει; βούλεται γὰρ εἶναι τὸ <q>πατρᾶτον οἱονεὶ</q> συμπεπερασμένον καὶ πεπερατωμένον, ὡς τελειοτέρου τῶν ἄλλων ὄντος <milestone unit="stephpage" xml:id="stephpage-279c" n="279c"/> συμβέβηκε πατέρα κεκτημένῳ πατρὶ γενέσθαι. </p><p rend="indent">ἢ δεῖ τὸν ὅρκων καὶ εἰρήνης προιστάμενον <q>ἅμα πρόσω καὶ ὀπίσω</q> <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πρόσσω καὶ ὀπίσσω</foreign> Homer, <title rend="italic">Il.</title> i. 343, <title rend="italic">Od.</title> xxin. 452.</note> καθʼ Ὅμηρον ὁρᾶν; εἴη δʼ ἂν μάλιστα τοιοῦτος, ᾧ παῖς ἔστιν ὑπὲρ οὗ βουλεύεται, καὶ πατὴρ μεθʼ οὗ βουλεύεται.</p></div></div></body></text></TEI>