διὰ τί τοὺς συγγενεῖς τῷ στόματι φιλοῦσιν αἱ γυναῖκες; πότερον, ὡς οἱ πλεῖστοι νομίζουσιν, ἀπειρημένον ἦν πίνειν οἶνον ταῖς γυναιξίν· ὅπως οὖν αἱ πιοῦσαι μὴ λανθάνωσιν ἀλλʼ ἐλέγχωνται περιτυγχάνουσαι τοῖς οἰκείοις, ἐνομίσθη καταφιλεῖν; ἢ διʼ ἣν Ἀριστοτέλης ὁ φιλόσοφος αἰτίαν ἱστόρηκε; τὸ γὰρ πολυθρύλητον ἐκεῖνο καὶ πολλαχοῦ πολλαχοῦ Wyttenbach: πολλοῦ . γενέσθαι λεγόμενον ὡς ἔοικεν ἐτολμήθη ταῖς Τρῳάσι καὶ περὶ τὴν Ἰταλίαν. τῶν γὰρ ἀνδρῶν, ὡς προσέπλευσαν, ἀποβάντων ἐνέπρησαν τὰ πλοῖα, πάντως ἀπαλλαγῆναι τῆς πλάνης δεόμεναι καὶ τῆς θαλάττης· φοβηθεῖσαι δὲ τοὺς ἄνδρας ἠσπάζοντο τῶν συγγενῶν καὶ οἰκείων μετὰ τοῦ καταφιλεῖν καὶ περιπλέκεσθαι τοὺς προστυγχάνοντας. παυσαμένων δὲ τῆς ὀργῆς καὶ διαλλαγέντων, ἐχρῶντο καὶ τὸ λοιπὸν ταύτῃ τῇ φιλοφροσύνῃ πρὸς αὐτούς. ἢ μᾶλλον ἐδόθη τοῦτο ταῖς γυναιξὶν ὡς τιμὴν ἅμα καὶ δύναμιν αὐταῖς φέρον, εἰ φαίνοιντο πολλοὺς καὶ ἀγαθοὺς ἔχουσαι συγγενεῖς καὶ οἰκείους; ἤ, μὴ νενομισμένου συγγενίδας γαμεῖν, ἄχρι φιλήματος ἡ φιλοφροσύνη προῆλθεν καὶ τοῦτο μόνον ἀπελείφθη σύμβολον καὶ κοινώνημα τῆς συγγενείας; πρότερον γὰρ οὐκ ἐγάμουν τὰς ἀφʼ αἵματος, ὥσπερ οὐδὲ νῦν τηθίδας τηθίδας Cobet: τιτθίδας. οὐδʼ ἀδελφὰς ἀδελφὰς ] ἀδελφιδὰς S.A. Naber ( cf. Suetonius, Claudius , 26). γαμοῦσιν, ἀλλʼ ὀψὲ συνεχώρησαν ἀνεψιαῖς συνοικεῖν ἐκ τοιαύτης αἰτίας ἀνὴρ χρημάτων ἐνδεὴς τὰ δʼ ἄλλα χρηστὸς καὶ παρʼ ὁντινοῦν τῷ δήμῳ τῶν πολιτευομένων ἀρέσκων, ἐπίκληρον ἀνεψιὰν ἔχων ἔχων F.C.B. ἔχειν . ἔδοξε καὶ πλουτεῖν ἀπʼ αὐτῆς· ἐπὶ τούτῳ δὲ γενομένης αὐτοῦ κατηγορίας, ὁ δῆμος ἀφεὶς τὴν αἰτίαν ἐλέγχειν ἔλυσε τὸ ἔγκλημα, ψηφισάμενος πᾶσιν ἐξεῖναι γαμεῖν ἄχρι ἀνεψιῶν, τὰ τὰ ] τὰς E. δʼ ἀνωτέρω κεκωλῦσθαι. διὰ τί δὲ δῶρον λαβεῖν ἀνδρὶ παρὰ γυναικὸς καὶ γυναικὶ παρʼ ἀνδρὸς ἀπείρηται; πότερον, ὡς Σόλων γράψας τὰς δόσεις κυρίας εἶναι τῶν τελευτώντων, πλὴν εἰ μή τις ἀνάγκῃ συνεχόμενος ἢ γυναικὶ πειθόμενος τὴν μὲν ἀνάγκην ὡς βιαζομένην ὑπεξείλετο, τὴν δʼ ἡδονὴν ὡς παραλογιζομένην, οὕτως ὑπενοήθησαν αἱ γυναικῶν καὶ ἀνδρῶν δόσεις; ἢ φαυλότατον ἡγούμενοι σημεῖον εὐνοίας τὸ διδόναι διδόασι γὰρ καὶ ἀλλότριοι καὶ μὴ φιλοῦντες ἐκ τοῦ γάμου τὴν τοιαύτην ἀρέσκειαν ἀνεῖλον, ὅπως ἄμισθον ᾖ καὶ προῖκα καὶ διʼ αὑτὸ μὴ διʼ ἄλλο τὸ φιλεῖσθαι καὶ φιλεῖν; ἤ, ὅτι τῷ λαμβάνειν διαφθειρόμεναι μάλιστα προσίενται τοὺς ἀλλοτρίους, σεμνὸν ἐφάνη τὸ μὴ διδόντας ἀγαπᾶν τοὺς ἰδίους; ἢ μᾶλλον ὅτι δεῖ καὶ γυναιξὶ κοινὰ τὰ ἀνδρῶν εἶναι καὶ ἀνδράσι τὰ γυναικῶν; μανθάνει γὰρ ὁ λαβὼν τὸ δοθὲν ἀλλότριον ἡγεῖσθαι τὸ μὴ δοθέν, ὥστʼ ὀλίγον διδόντες ἀλλήλοις τὸ πᾶν ἀφαιροῦνται. διὰ τί δὲ παρὰ γαμβροῦ καὶ παρὰ πενθεροῦ λαβεῖν ἐκείνοις κεκώλυται δῶρον; ἢ παρὰ γαμβροῦ μέν, ἵνα μὴ δόξῃ διὰ τοῦ πατρὸς εἰς τὴν γυναῖκα περιχωρεῖν τὸ δῶρον παρὰ πενθεροῦ δέ, ὅτι τὸν μὴ διδόντα δίκαιον ἐφάνη μηδὲ λαμβάνειν; διὰ τί, κἂν ἐξ ἀγροῦ κἂν ἀπὸ ξένης ἐπανίωσιν, ἔχοντες οἴκοι γυναῖκας προπέμπουσι δηλοῦντες αὐταῖς ὅτι παραγίγνονται; πότερον ὅτι τοῦτο πιστεύοντός ἐστι τὴν γυναῖκα μηδὲν ῥᾳδιουργεῖν, τὸ δʼ ἐξαίφνης καὶ ἀπροσδοκήτως οἷον ἐνέδρα καὶ παρατήρησει, καὶ καὶ added by F.C.B. σπεύδουσιν ὡς ποθούσαις καὶ προσδεχομέναις εὐαγγελίζεσθαι περὶ αὑτῶν αὑτῶν Bernardakis: αὐτῶν . ; ἢ μᾶλλον αὐτοὶ περὶ ἐκείνων πυθέσθαι ποθοῦσιν, εἰ σῳζομένας καὶ ποθούσας ἐπὶ τῆς οἰκίας καταλαμβάνουσιν; ἢ πλείονες ταῖς γυναιξὶν οἰκονομίαι καὶ ἀσχολίαι, τῶν ἀνδρῶν ἀπόντων, τυγχάνουσι καὶ διαφοραὶ καὶ ὁρμαὶ ὁρμαὶ ] ὀρμαὶ Wyttenbach. πρὸς τοὺς ἔνδον· ἵνʼ οὖν ἀπαλλαγεῖσα τούτων ἀθόρυβον τῷ ἀνδρὶ παρέχῃ τὴν ὑποδοχὴν καὶ ἡδεῖαν, ἡ προδήλωσις γίγνεται, διὰ τί τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται τὴν κεφαλήν, τῶν δʼ ἀνθρώπων τοῖς ἀξίοις τιμῆς ἀπαντῶντες, κἂν τύχωσιν ἐπὶ τῆς κεφαλῆς ἔχοντες τὸ ἱμάτιον, ἀποκαλύπτονται; τοῦτο γὰρ ἔοικε κἀκείνην ἐπιτείνειν τὴν ἀπορίαν. εἰ μὲν οὖν ὁ περὶ Αἰνείου λεγόμενος λόγος ἀληθής ἐστιν, ὅτι ὅτι in E. only; καὶ in other mss. τοῦ Διομήδους παρεξιόντος ἐπικαλυψάμενος τὴν θυσίαν ἐπετέλεσε, λόγον ἔχει καὶ ἀκολουθεῖ τῷ συγκαλύπτεσθαι πρὸς τοὺς πολεμίους τὸ τοῖς φίλοις καὶ ἀγαθοῖς ἐντυγχάνοντας ἀποκαλύπτεσθαι· τὸ γὰρ πρὸς τοὺς θεοὺς οὐκ ἴδιόν ἐστιν ἀλλὰ κατὰ συμβεβηκός, καὶ ἀπʼ ἐκείνου μεμένηκε τηρούμενον. εἰ δʼ ἄλλο τι λέγειν χρή, σκόπει μὴ μόνον ἐκεῖνο δεῖ ζητεῖν, διʼ ὃ τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται, θάτερον δʼ ἀκόλουθόν ἐστι. τῶν γὰρ ἀνθρώπων ἀποκαλύπτονται τοῖς δυνατωτέροις, οὐ τιμὴν αὐτοῖς προστιθέντες, ἀλλὰ τὸν φθόνον αὐτῶν μᾶλλον ἀφαιροῦντες, ἵνα μὴ δόξωσι τὰς αὐτὰς τοῖς θεοῖς τιμὰς ἀπαιτεῖν μηδʼ ὑπομένειν μηδὲ χαίρειν θεραπευόμενοι παραπλησίως ἐκείνοις. τοὺς δὲ θεοὺς οὕτω προσεκύνουν ἢ ταπεινοῦντες ἑαυτοὺς τῇ ἐπικρύψει τῆς κεφαλῆς, ἢ μᾶλλον εὐλαβούμενοί τινα φωνὴν προσπεσεῖν αὐτοῖς ἔξωθεν εὐχομένοις ἀπαίσιον καὶ δύσφημον ἄχρι τῶν ὤτων ἀνελάμβανον τὸ ἱμάτιον· ὅτι γὰρ ἰσχυρῶς ἐφυλάττοντο ταῦτα, δῆλόν ἐστι τῷ προσιόντας ἐπὶ μαντείαν χαλκωμάτων πατάγῳ περιψοφεῖσθαι. ἢ ὡς Κάστωρ λέγει τὰ Ῥωμαϊκὰ τοῖς Πυθαγορικοῖς συνοικειῶν, τὸν ἐν ἡμῖν δαίμονα δεῖσθαι τῶν ἐκτὸς θεῶν καὶ ἱκετεύειν, τῇ τῆς κεφαλῆς ἐπικαλύψει τὴν τῆς ψυχῆς αἰνιττόμενος αἰνιττόμενος F.C.B.: αἰνιττόμενον . ὑπὸ τοῦ σώματος ἐγκάλυψιν καὶ ἀπόκρυψιν.