διὰ τί τὸ τῆς Καρμέντης ἱερὸν ἐξ ἀρχῆς δοκοῦσιν αἱ μητέρες ἱδρύσασθαι καὶ νῦν μάλιστα σέβονται; λέγεται γάρ τις λόγος, ὡς ἐκωλύθησαν ὑπὸ τῆς βουλῆς αἱ γυναῖκες ὀχήμασι χρῆσθαι ζευκτοῖς· συνέθεντο οὖν οὖν ] in E only. ἀλλήλαις μὴ κυΐσκεσθαι μηδὲ τίκτειν, ἀμυνόμεναι τοὺς ἄνδρας, ἄχρις οὗ μετέγνωσαν καὶ συνεχώρησαν αὐταῖς· γενομένων δὲ παίδων εὐτεκνοῦσαι καὶ πολυτεκνοῦσαι τὸ τῆς Καρμέντης ἱερὸν ἱδρύσαντο. τὴν δὲ Καρμένταν οἱ μὲν οἱ μὲν Wyttenbach: οἶμαι . Εὐάνδρου μητέρα λέγουσιν οὖσαν ἐλθεῖν εἰς Ἰταλίαν ὀνομαζομένην Θέμιν, ὡς δʼ ἔνιοι, Νικοστράτην· ἐμμέτρους δὲ χρησμοὺς ᾄδουσαν ὑπὸ τῶν Λατίνων Καρμένταν ὀνομάζεσθαι· τὰ γὰρ ἔπη κάρμινα καλοῦσιν. οἱ δὲ Μοῖραν ἡγοῦνται τὴν Καρμένταν εἶναι καὶ διὰ τοῦτο θύειν αὐτῇ τὰς μητέρας. ἔστι δὲ τοῦ ὀνόματος τὸ ἔτυμον ἐστερημένη νοῦ διὰ τὰς θεοφορήσεις. ὅθεν οὐ τὰ κάρμινα τῇ Καρμέντῃ τοὔνομα παρέσχεν, ἀλλὰ μᾶλλον ἀπʼ ἐκείνης ἐκλήθη διὰ τὸ τοὺς χρησμοὺς ἐν ἔπεσι καὶ μέτροις ἐνθουσιῶσαν ᾄδειν. διὰ τί τῇ Ῥουμίνῃ θύουσαι γάλα κατασπένδουσι τῶν ἱερῶν, οἶνον δʼ οὐ προσφέρουσιν; ἢ ῥοῦμαν Λατῖνοι τὴν θηλὴν καλοῦσι, καὶ Ῥουμινᾶλιν Ῥουμινᾶλιν Bernardakis: ῥουμάωαλιν . ὀνομασθῆναι λέγουσιν, παρʼ ὅσον ἡ λύκαινα τῷ Ῥωμύλῳ τὴν θηλὴν παρέσχεν; ὥσπερ οὖν ἡμεῖς τὰς τρεφούσας τὰ παιδία γάλακτι θηλονὰς θηλονὰς ] θηλοὺς Valckenaer. ἀπὸ τῆς θηλῆς καλοῦμεν, οὕτως ἡ Ῥουμῖνα θηλώ τις θηλώ τις Valckenaer: θηλωτὶς (- ης ). οὖσα καὶ τιθήνη καὶ κουροτρόφος οὐ προσίεται τὸν ἄκρατον ὡς βλαβερὸν ὄντα τοῖς νηπίοις. διὰ τί τῶν συγκλητικῶν τοὺς μὲν πατέρας συγγεγραμμένους, τοὺς δʼ ἁπλῶς πατέρας προσηγόρευον; ἢ τοὺς μὲν ἐξ ἀρχῆς κατανεμηθέντας ὑπὸ τοῦ Ῥωμύλου πατέρας ἐκάλουν καὶ πατρικίους, οἷον εὐπατρίδας ὄντας, πατέρας αὑτῶν ἔχοντας ἀποδεῖξαι· τοὺς δʼ ὕστερον ἐπεγγραφέντας ἐκ τῶν δημοτικῶν συγγεγραμμένους πατέρας ὠνόμασαν; διὰ τί κοινὸς ἦν βωμὸς Ἡρακλέους καὶ Μουσῶν; ἢ ὅτι γράμματα τοὺς περὶ Εὔανδρον ἐδίδαξεν Ἡρακλῆς, ὡς Ἰόβας ἱστόρηκε; καὶ τὸ πρᾶγμα σεμνὸν ἐνομίζετο, φίλους καὶ συγγενεῖς διδασκόντων· ὀψὲ δʼ ἤρξαντο μισθοῦ διδάσκειν, καὶ πρῶτος ἀνέῳξε γραμματοδιδασκαλεῖον Σπόριος Καρβίλιος, ἀπελεύθερος Καρβιλίου τοῦ πρώτου γαμετὴν ἐκβαλόντος. διὰ τί, δυοῖν βωμῶν Ἡρακλέους ὄντων, οὐ μεταλαμβάνουσι γυναῖκες οὐδὲ γεύονται τῶν ἐπὶ τοῦ μείζονος θυομένων; πότερον ὅτι τῶν ἱερῶν αἱ περὶ τὴν Καρμένταν ὑστέρησαν, ὑστέρησε δὲ καὶ τὸ Πιναρίων γένος· ὅθεν εἰργόμενοι τῆς θοίνης ἑστιωμένων τῶν ἄλλων Πινάριοι προσηγορεύθησαν· ἢ διὰ τὰ μυθολογούμενα περὶ τοῦ χιτῶνος καὶ τῆς Δηιανείρας;