διὰ τί τὸν τῆς Ὅρτας ναὸν ἀνεῳγμένον εἶχον οἱ παλαιοὶ διὰ παντός; πότερον, ὡς Ἀντίστιος Λαβεὼν Ἀντίστιος Λαβεὼν Xylander: Ἀντίστιχος Λάκων . ἱστόρηκε, τοῦ παρορμᾶν ὁρτάρι λεγομένου, τὴν οἷον ἐγκελευομένην πρὸς τὰ καλὰ καὶ παρορμῶσαν θεὸν Ὅρταν λεγομένην ᾤοντο δεῖν ὡς ἐνεργὸν ἀεὶ μηδέποτε μέλλειν μηδʼ ἀποκεκλεῖσθαι μηδʼ ἐλινύειν ἐλιννύειν Xylander: κλειννύειν ; ἢ μᾶλλον ὡς νῦν ὀνομάζουσιν αὐτὴν Ὥραν μηκυνομένης τῆς προτέρας συλλαβῆς, ἐπιστρεφῆ τινα καὶ πολυωρητικὴν θεόν, ἣν διαφυλακτικὴν καὶ φροντιστικὴν οὖσαν οὐδέποτε ῥᾴθυμον οὐδʼ ὀλίγωρον εἶναι τῶν ἀνθρωπίνων ἐνόμιζον; ἤ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τῶν Ἑλληνικῶν ὀνομάτων ἐστὶ καὶ δηλοῖ θεὸν ἐπισκοποῦσαν καὶ ἐφορῶσαν; ὅθεν ὡς ἀκοιμήτου καὶ ἀύπνου διὰ παντὸς ἀνεῳγμένον ἦν τὸ ἱερὸν αὐτῆς. εἰ μέντοι τὴν ὥραν ὀρθῶς ὁ Λαβεὼν ἀπὸ τοῦ παρορμᾶν ὠνομάσθαι δέδειχε, δέδειχε ] δέδεικται in all mss. except E ( δέδεκται Bernardakis). σκόπει μὴ τὸν ὡράτωρα προτρεπτικόν ὡράτωρα F.C.B.: ὡράτορα . τινα καὶ παρορμητικὸν ὄντα σύμβουλον ἢ δημαγωγὸν οὕτως ὠνομάσθαι φατέον, οὐκ ἀπὸ τῆς ἀρᾶς καὶ εὐχῆς ὡς ἔνιοι λέγουσι. διὰ τί τὸ τοῦ Ἡφαίστου ἱερὸν ἔξω πόλεως ὁ Ῥωμύλος ἱδρύσατο; πότερον διὰ τὴν μυθολογουμένην πρὸς Ἄρη ζηλοτυπίαν τοῦ Ἡφαίστου διʼ Ἀφροδίτην υἱὸς εἶναι δοκῶν Ἄρεος οὐκ ἐποιήσατο σύνοικον οὐδʼ ὁμόπολιν αὐτόν; ἢ τοῦτο μὲν ἀβέλτερον, ᾠκοδομήθη δʼ ὁ ναὸς ἐξ ἀρχῆς συνέδριον καὶ βουλευτήριον ἀπόρρητον αὐτῷ μετὰ Τατίου τοῦ συμβασιλεύσαντος, ὅπως συνιόντες ἐνταῦθα μετὰ τῶν γερόντων ἄνευ τοῦ παρενοχλεῖσθαι καθʼ ἡσυχίαν βουλεύοιντο περὶ τῶν πραγμάτων; ἢ πρὸς ἐμπρησμὸν ἄνωθεν ἐπισφαλῶς τῆς Ῥώμης ἐχούσης, ἔδοξε τιμᾶν μὲν ἐξοικίσαι δὲ τῆς πόλεως τὸν θεόν; διὰ τί τῇ τῶν Κωνσυαλίων Κωνσυαλίων Meziriacus: Κωνσταλίων . ἑορτῇ καὶ τοὺς ἵππους καὶ τοὺς ὄνους στεφανοῦσι καὶ σχολάζειν ἐῶσι; πότερον ὅτι Ποσειδῶνι μὲν ἄγουσιν Ἱππείῳ τὴν ἑορτήν, ὁ δʼ ὄνος τῷ ἵππῳ συναπολαύει καὶ συμμετέχει τῆς ἀδείας; ἢ ὅτι, ναυτιλίας φανείσης καὶ κομιδῆς κατὰ θάλατταν, ὑπῆρξέ τις ἀμωσγέπως ῥᾳστώνη καὶ ἀνάπαυσις τοῖς ὑποζυγίοις; διὰ τί τοὺς παραγγέλλοντας ἀρχὴν ἀρχὴν Meziriacus: ἄρχειν . ἔθος ἦν ἐν ἱματίῳ τοῦτο ποιεῖν ἀχίτωνας, ὡς Κάτων ἱστόρηκε; πότερον ἵνα μὴ δεκάζωσιν ἀργύριον ἐν τῷ κόλπῳ κομίζοντες; ἢ μᾶλλον ὅτι τοὺς ἀξίους ἄρχειν οὐ γένεσιν οὐδὲ χρήμασιν οὐδὲ δόξαις ἀλλὰ τραύμασι καὶ ὠτειλαῖς ἔκρινον; ὅπως οὖν ταῦτα καθορῷτο τοῖς ἐντυγχάνουσιν, ἀχίτωνες ἐπὶ τὰς παραγγελίας παραγγελίας Wyttenbach: ἐπαγγελίας κατῄεσαν; ἢ καθάπερ τῷ δεξιοῦσθαι καὶ παρακαλεῖν καὶ ὑποπίπτειν, οὕτω τῇ γυμνότητι ταπεινοῦντες ἑαυτοὺς ἐδημαγώγουν; διὰ τί ὁ ἱερεὺς τοῦ Διός, ἀποθανούσης αὐτῷ τῆς γυναικὸς, ἀπετίθετο τὴν ἀρχήν, ὡς Ἀτήιος ἱστόρηκε; Ἀτήιος Xylander: τήιος . πότερον ὅτι τοῦ μὴ λαβόντος ὁ λαβὼν εἶτʼ ἀποβαλὼν γυναῖκα γαμετὴν ἀτυχέστερος; ὁ μὲν γὰρ τοῦ γεγαμηκότος οἶκος τέλειος, ὁ δὲ τοῦ γήμαντος εἶτʼ ἀποβαλόντος οὐκ ἀτελὴς μόνον ἀλλὰ καὶ πεπηρωμένος. ἤ συνιερᾶται μὲν ἡ γυνὴ τῷ ἀνδρί, ὡς καὶ πολλὰ τῶν ἱερῶν οὐκ ἔστι δρᾶσαι μὴ γαμετῆς συμπαρούσης, τὸ δὲ γαμεῖν εὐθὺς ἑτέραν ἀποβαλόντα τὴν προτέραν οὔτʼ ἴσως δυνατὸν οὔτʼ ἄλλως ἐπιεικές; ὅθεν οὐδʼ ἀποπέμψασθαι πρότερον ἐξῆν, οὐδὲ νῦν, ὡς ἔοικεν, ἔξεστιν, ἀλλʼ ἐφʼ ἡμῶν ἐπέτρεψεν ἐντευχθεὶς Δομετιανός. οἱ δʼ ἱερεῖς παρεγένοντο τῇ τοῦ γάμου διαλύσει, πολλὰ φρικώδη καὶ ἀλλόκοτα καὶ σκυθρωπὰ δρῶντες. ἧττον δʼ ἄν τις τοῦτο θαυμάσειε προσιστορήσας ὅτι καὶ τῶν τιμητῶν θατέρου τελευτήσαντος ἔδει καὶ τὸν ἕτερον ἕτερον ] all mss. except E have ἑταῖρον . πεπαῦσθαι τῆς ἀρχῆς· ἀποθανόντος δὲ τιμητοῦ Λιβίου Δρούσου Σκαῦρος Αἰμίλιος συνάρχων οὐκ ἐβούλετο τὴν ἀρχὴν ἀπείπασθαι, μέχρι οὗ τῶν δημάρχων τινὲς αὐτὸν ἐκέλευον εἰς τὸ δεσμωτήριον ἀπάγεσθαι.