διὰ τί τῶν Οὐενεραλίων Οὐενεραλίων ] Οὐιναλίων Ursinus. τῇ ἑορτῇ πολὺν οἶνον ἐκχέουσιν ἐκ τοῦ ἱεροῦ τῆς Ἀφροδίτης; πότερον, ὡς οἱ πλεῖστοι λέγουσι, Μεζέντιος Μεζέντιος Xylander: Βυζάντιος . ὁ Τυρρηνῶν στρατηγὸς ἔπεμψε πρὸς Αἰνείαν σπενδόμενος ἐπὶ τῷ λαβεῖν τὸν ἐπέτειον οἶνον; ἀρνησαμένου δʼ ἐκείνου, τοῖς Τυρρηνοῖς ὑπέσχετο κρατήσας μάχῃ δώσειν τὸν οἶνον Αἰνείας δὲ τὴν ὑπόσχεσιν αὐτοῦ πυθόμενος τοῖς θεοῖς τὸν οἶνον καθιέρωσε, καὶ μετὰ τὸ νικῆσαι συναγαγὼν τὸ καρπευθὲν ἐξέχεε πρὸ τοῦ ἱεροῦ τῆς Ἀφροδίτης. ἢ καὶ τοῦτο σύμβολόν ἐστι τοῦ χρῆναι νήφοντας ἑορτάζειν ἀλλὰ μὴ μεθύοντας, ὡς τῶν θεῶν μᾶλλον τοῖς ἐκχέουσι χαιρόντων τὸν πολὺν ἄκρατον ἢ τοῖς πίνουσι; διὰ τί τὸν τῆς Ὅρτας ναὸν ἀνεῳγμένον εἶχον οἱ παλαιοὶ διὰ παντός; πότερον, ὡς Ἀντίστιος Λαβεὼν Ἀντίστιος Λαβεὼν Xylander: Ἀντίστιχος Λάκων . ἱστόρηκε, τοῦ παρορμᾶν ὁρτάρι λεγομένου, τὴν οἷον ἐγκελευομένην πρὸς τὰ καλὰ καὶ παρορμῶσαν θεὸν Ὅρταν λεγομένην ᾤοντο δεῖν ὡς ἐνεργὸν ἀεὶ μηδέποτε μέλλειν μηδʼ ἀποκεκλεῖσθαι μηδʼ ἐλινύειν ἐλιννύειν Xylander: κλειννύειν ; ἢ μᾶλλον ὡς νῦν ὀνομάζουσιν αὐτὴν Ὥραν μηκυνομένης τῆς προτέρας συλλαβῆς, ἐπιστρεφῆ τινα καὶ πολυωρητικὴν θεόν, ἣν διαφυλακτικὴν καὶ φροντιστικὴν οὖσαν οὐδέποτε ῥᾴθυμον οὐδʼ ὀλίγωρον εἶναι τῶν ἀνθρωπίνων ἐνόμιζον; ἤ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τῶν Ἑλληνικῶν ὀνομάτων ἐστὶ καὶ δηλοῖ θεὸν ἐπισκοποῦσαν καὶ ἐφορῶσαν; ὅθεν ὡς ἀκοιμήτου καὶ ἀύπνου διὰ παντὸς ἀνεῳγμένον ἦν τὸ ἱερὸν αὐτῆς. εἰ μέντοι τὴν ὥραν ὀρθῶς ὁ Λαβεὼν ἀπὸ τοῦ παρορμᾶν ὠνομάσθαι δέδειχε, δέδειχε ] δέδεικται in all mss. except E ( δέδεκται Bernardakis). σκόπει μὴ τὸν ὡράτωρα προτρεπτικόν ὡράτωρα F.C.B.: ὡράτορα . τινα καὶ παρορμητικὸν ὄντα σύμβουλον ἢ δημαγωγὸν οὕτως ὠνομάσθαι φατέον, οὐκ ἀπὸ τῆς ἀρᾶς καὶ εὐχῆς ὡς ἔνιοι λέγουσι. διὰ τί τὸ τοῦ Ἡφαίστου ἱερὸν ἔξω πόλεως ὁ Ῥωμύλος ἱδρύσατο; πότερον διὰ τὴν μυθολογουμένην πρὸς Ἄρη ζηλοτυπίαν τοῦ Ἡφαίστου διʼ Ἀφροδίτην υἱὸς εἶναι δοκῶν Ἄρεος οὐκ ἐποιήσατο σύνοικον οὐδʼ ὁμόπολιν αὐτόν; ἢ τοῦτο μὲν ἀβέλτερον, ᾠκοδομήθη δʼ ὁ ναὸς ἐξ ἀρχῆς συνέδριον καὶ βουλευτήριον ἀπόρρητον αὐτῷ μετὰ Τατίου τοῦ συμβασιλεύσαντος, ὅπως συνιόντες ἐνταῦθα μετὰ τῶν γερόντων ἄνευ τοῦ παρενοχλεῖσθαι καθʼ ἡσυχίαν βουλεύοιντο περὶ τῶν πραγμάτων; ἢ πρὸς ἐμπρησμὸν ἄνωθεν ἐπισφαλῶς τῆς Ῥώμης ἐχούσης, ἔδοξε τιμᾶν μὲν ἐξοικίσαι δὲ τῆς πόλεως τὸν θεόν;