<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="41"><p rend="indent"><q>διὰ τί τὸ παλαιὸν νόμισμα πῇ μὲν εἶχεν Ἰανοῦ διπρόσωπον εἰκόνα, πῇ δὲ πλοίου πρύμναν ἢ πρῷραν ἐγκεχαραγμένην;</q></p><p rend="indent">πότερον ὡς οἱ πολλοὶ λέγουσιν ἐπὶ τιμῇ τοῦ Κρόνου πλοίῳ διαπεράσαντος εἰς Ἰταλίαν; </p><p rend="indent">ἢ τοῦτο μὲν ἔστιν ἐπὶ πολλῶν λέγειν, καὶ γὰρ Ἰανὸς καὶ Εὔανδρος καὶ Αἰνείας ἐκ θαλάττης προσεκομίσθησαν, ἐκεῖνο δʼ.ʼ ἄν τις μᾶλλον εἰκάσειεν ὅτι τὰ μὲν καλὰ ταῖς πόλεσίν ἐστι τὰ δʼ ἀναγκαῖα· <milestone unit="stephpage" xml:id="stephpage-274f" n="274f"/> καὶ μέγιστον τῶν μὲν καλῶν ἡ εὐνομία, τῶν δʼ ἀναγκαίων ἡ εὐπορία· ἐπεὶ τοίνυν εὐκοσμίαν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εὐκοσμίαν</foreign>] <foreign xml:lang="grc">εὐνομίαν</foreign> in some mss.</note> μὲν Ἰανὸς κατέστησεν αὐτοῖς ἐξημερώσας τὸν βίον, ἀφθονίαν δὲ παρέχει, τῶν ἀναγκαίων ὁ ποταμὸς πλόιμος ὢν καὶ τὰ μὲν ἐκ θαλάττης τὰ δʼ ἀπὸ τῆς χώρας κατακομίζων, σύμβολον ἔσχε τὸ νόμισμα τοῦ μὲν νομοθέτου τὸ δίμορφον ὡς εἴρηται διὰ τὴν μεταβολήν, τοῦ δὲ ποταμοῦ τὸ πορθμεῖον. </p><p rend="indent">ἑτέρῳ δʼ ἐχρήσαντο νομίσματι βοῦν ἔχοντι καὶ <pb xml:id="v.4.p.72"/> πρόβατον καὶ ὗν παράσημον, εὐποροῦντες ἀπὸ τῶν θρεμμάτων μάλιστα καὶ τὴν περιουσίαν ἀπὸ τούτων ἔχοντες· διὸ καὶ τῶν ὀνομάτων πολλὰ τοῖς <milestone unit="stephpage" xml:id="stephpage-275a" n="275a"/> παλαιοῖς, Συίλλιοι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Συίλλιοι</foreign> Xylander (cf. Life of Publicola, chap. xi.): <foreign xml:lang="grc">Συέλλιοι</foreign>.</note> καὶ Βουβολκοὶ καὶ Πόρκιοι ἦσαν, ὡς Φενεστέλλας <note resp="editor" xml:lang="eng" n="v.4.p.72.n.2" place="unspecified" anchored="true"><foreign xml:lang="grc">Φενεστέλλας</foreign> the proper speeling: <foreign xml:lang="grc">φαινεστέλλας</foreign></note> εἴρηκεν.</p></div><div subtype="section" type="textpart" n="42"><p rend="indent"><q>διὰ τί τῷ τοῦ Κρόνου ναῷ χρῶνται ταμιείῳ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ταμιείῳ</foreign>, the regular form: <foreign xml:lang="grc">ταμείῳ</foreign>.</note> τῶν δημοσίων χρημάτων, ἅμα δὲ καὶ φυλακτηρίῳ τῶν συμβολαίων;</q></p><p rend="indent">πότερον ὅτι δόξα κατεῖχε καὶ λόγος οὐκ εἶναι πλεονεξίαν ἐν ἀνθρώποις οὐδʼ ἀδικίαν Κρόνου βασιλεύοντος, ἀλλὰ πίστιν καὶ δικαιοσύνην; </p><p rend="indent">ἢ ὅτι καρπῶν εὑρετὴς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εὑρετὴς</foreign> several mss., as Bücheler had conjectured (<foreign xml:lang="lat">cf</foreign>. 956 A); <foreign xml:lang="grc">ἁγέτης</foreign> Abresch: <foreign xml:lang="grc">ἀρετῆς</foreign>.</note> καὶ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ</foreign> H. Richards: <foreign xml:lang="grc">ἤ</foreign>.</note> γεωργίας ἡγεμὼν ὁ θεός; ἡ γὰρ ἅρπη τοῦτο σημαίνει καὶ οὐχ ὡς γέγραφεν Ἀντίμαχος Ἡσιόδῳ πειθόμενος <quote rend="blockquote"><l>λέχρις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">λέχρις</foreign> Xylander: <foreign xml:lang="grc">λέχριε</foreign>.</note> δὲ δρεπάνῳ τέμνων ἀπὸ μήδεα πατρὸς </l><l>οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο.</l></quote> καρπῶν δʼ ἀφθονία καὶ διάθεσις γένεσίς ἐστι νομίσματος·<milestone unit="stephpage" xml:id="stephpage-275b" n="275b"/>· διὸ τὸν αἴτιον καὶ φύλακα ποιοῦνται τῆς εὐδαιμονίας. μαρτυρεῖ δὲ τούτῳ τὸ τὰς ἀγομένας διʼ ἐννέα ἡμερῶν ἐπʼ ἀγορὰν συνόδους, νουνδίνας δὲ καλουμένας, ἱερὰς τοῦ Κρόνου νομίζεσθαι· <pb xml:id="v.4.p.74"/> πράσεως γὰρ καὶ ὠνῆς περιουσία καρπῶν ἀρχὴν παρέσχεν. </p><p rend="indent">ἤ ταῦτα μέν ἐστι παλαιά, πρῶτος δὲ ταμιεῖον ἀπέδειξε τὸ Κρόνιον, τῶν βασιλέων καταλυθέντων, Οὐαλέριος Ποπλικόλας πειθόμενος εὐερκῆ καὶ καταφανῆ καὶ δυσεπιβούλευτον εἶναι τὸν τόπον;</p></div><div subtype="section" type="textpart" n="43"><p rend="indent"><q>διὰ τί δʼ οἱ πρεσβεύοντες εἰς Ῥώμην ὁποθενοῦν ἐπὶ τὸν τοῦ Κρόνου ναὸν βαδίζοντες ἀπογράφονται<milestone unit="stephpage" xml:id="stephpage-275c" n="275c"/> πρὸς τοὺς ἐπάρχους τοῦ ταμιείου;</q></p><p rend="indent">πότερον ὡς ξένου τοῦ Κρόνου γενομένου καὶ διὰ τοῦτο τοῖς ξένοις χαίροντος, ἢ καὶ τοῦτο λύεται τῇ ἱστορίᾳ; τὸ γὰρ παλαιὸν, ὡς ἔοικεν, οἱ ταμίαι ξένια τοῖς πρεσβεύουσιν ἔπεμπον ἐκαλεῖτο δὲ <q>λαύτια <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">λαύτια</foreign> Abresch: <foreign xml:lang="grc">λαύτεια</foreign>.</note> </q> τὰ πεμπόμενα, καὶ νοσούντων ἐπεμέλοντο καὶ τελευτήσαντας ἔθαπτον ἐκ δημοσίου· νῦν δʼ ὑπὸ πλήθους τῶν ἀφικνουμένων πρέσβεων ἐκλέλειπται τὸ τῆς δαπάνης, μένει δʼ ἔτι τὸ τοῖς ἐπάρχοις τοῦ ταμιείου προεντυγχάνειν διὰ τῆς ἀπογραφῆς.</p></div><div subtype="section" type="textpart" n="44"><p rend="indent"><q>διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ὀμόσαι;</q></p><p rend="indent">πότερον ὅτι βάσανός τις ἐλευθέρων ὁ ὅρκος ἐστί, δεῖ δʼ ἀβασάνιστον εἶναι καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν τοῦ ἱερέως; </p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-275d" n="275d"/>ἢ ὅτι περὶ μικρῶν ἀπιστεῖσθαι τὸν τὰ θεῖα καὶ μέγιστα πεπιστευμένον οὐκ εἰκός ἐστιν; </p><p rend="indent">ἢ ὅτι πᾶς ὅρκος εἰς κατάραν τελευτᾷ τῆς <pb xml:id="v.4.p.76"/> ἐπιορκίας, κατάρα δὲ δύσφημον καὶ σκυθρωπόν; ὅθεν οὐδʼ ἄλλοις ἐπαρᾶσθαι νομίζεται τοὺς ἱερεῖς. ἐπῃνέθη γοῦν Ἀθήνησιν ἡ ἱέρεια μὴ θελήσασα καταράσασθαι τῷ Ἀλκιβιάδῃ τοῦ δήμου κελεύοντος· ἔφη γὰρ εὐχῆς οὐ κατάρας ἱέρεια γεγονέναι. </p><p rend="indent">ἢ κοινὸς ὁ τῆς ἐπιορκίας κίνδυνος, ἂν ἀνὴρ ἀσεβὴς καὶ ἐπίορκος εὐχῶν κατάρχηται καὶ ἱερῶν ὑπὲρ τῆς πόλεως; </p></div><div subtype="section" type="textpart" n="45"><milestone unit="stephpage" xml:id="stephpage-275e" n="275e"/><p rend="indent"><q>διὰ τί τῶν Οὐενεραλίων <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Οὐενεραλίων</foreign>] <foreign xml:lang="grc">Οὐιναλίων</foreign> Ursinus.</note> τῇ ἑορτῇ πολὺν οἶνον ἐκχέουσιν ἐκ τοῦ ἱεροῦ τῆς Ἀφροδίτης;</q></p><p rend="indent">πότερον, ὡς οἱ πλεῖστοι λέγουσι, Μεζέντιος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Μεζέντιος</foreign> Xylander: <foreign xml:lang="grc">Βυζάντιος</foreign>.</note> ὁ Τυρρηνῶν στρατηγὸς ἔπεμψε πρὸς Αἰνείαν σπενδόμενος ἐπὶ τῷ λαβεῖν τὸν ἐπέτειον οἶνον; ἀρνησαμένου δʼ ἐκείνου, τοῖς Τυρρηνοῖς ὑπέσχετο κρατήσας μάχῃ δώσειν τὸν οἶνον Αἰνείας δὲ τὴν ὑπόσχεσιν αὐτοῦ πυθόμενος τοῖς θεοῖς τὸν οἶνον καθιέρωσε, καὶ μετὰ τὸ νικῆσαι συναγαγὼν τὸ καρπευθὲν ἐξέχεε πρὸ τοῦ ἱεροῦ τῆς Ἀφροδίτης. </p><p rend="indent">ἢ καὶ τοῦτο σύμβολόν ἐστι τοῦ χρῆναι νήφοντας ἑορτάζειν ἀλλὰ μὴ μεθύοντας, ὡς τῶν θεῶν μᾶλλον τοῖς ἐκχέουσι χαιρόντων τὸν πολὺν ἄκρατον ἢ τοῖς πίνουσι; </p></div></div></body></text></TEI>