<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="36"><p rend="indent"><q>διὰ τί πύλην μίαν θυρίδα καλοῦσι, τὴν γὰρ ʼ φενέστραν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φενέστραν</foreign> as in 322 F and elsewhere: <foreign xml:lang="grc">παινέστραν</foreign>.</note> ʼ τοῦτο σημαίνει, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">σημαίνει</foreign>] an obvious correction for <foreign xml:lang="grc">σημαίνειν</foreign>, the infinitive and the indicative being not infrequently confused un the mss.</note> καὶ παρʼ αὐτὴν ὁ καλούμενος Τύχης θάλαμός ἐστι;</q></p><p rend="indent">πότερον ὅτι Σέρβιος ὁ βασιλεὺς εὐτυχέστατος γενόμενος δόξαν ἔσχε τῇ Τύχῃ συνεῖναι φοιτώσῃ <milestone unit="stephpage" xml:id="stephpage-273c" n="273c"/> διὰ θυρίδος πρὸς αὐτόν; </p><p rend="indent">ἢ τοῦτο μὲν μῦθός ἐστιν, ἐπεὶ δὲ Ταρκυνίου Πρίσκου τοῦ βασιλέως ἀποθανόντος ἡ γυνὴ Τανακυλλὶς ἔμφρων οὖσα καὶ βασιλικὴ διὰ θυρίδος προκύψασα τοῖς πολίταις ἐνέτυχε καὶ συνέπεισεν ἀποδεῖξαι βασιλέα τὸν Σέρβιον, ἔσχε ταύτην ὁ τόπος τὴν ἐπωνυμίαν;</p></div><div subtype="section" type="textpart" n="37"><p rend="indent"><q>διὰ τί τῶν τοῖς θεοῖς ἀνατιθεμένων μόνα τὰ σκῦλα νενόμισται περιορᾶν ἀφανιζόμενα τῷ χρόνῳ, καὶ μήτε προκινεῖν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προκινεῖν</foreign> F.C.B.; προσκαινοῦν Wyttenbach; <foreign xml:lang="grc">προσκαττύειν</foreign> (?) S.A. Naber: <foreign xml:lang="grc">προσκθνεῖν</foreign>.</note> μήτʼ ἐπισκευάζειν;</q></p><p rend="indent">πότερον ἵνα τὴν δόξαν οἰόμενοι τοῖς πρώτοις συνεκλιπεῖν ἀεί τι πρόσφατον ὑπόμνημα τῆς ἀρετῆς <milestone unit="stephpage" xml:id="stephpage-273d" n="273d"/> ζητῶσι κομίζειν; </p><p rend="indent">ἢ μᾶλλον ὅτι τοῦ χρόνου τὰ σημεῖα τῆς πρὸς τοὺς πολεμίους διαφορᾶς ἀμαυροῦντος, αὐτοὺς ἀναλαμβάνειν καὶ καινοποιεῖν ἐπίφθονόν ἐστι καὶ φιλαπέχθημον; οὐδὲ γὰρ παρʼ Ἕλλησιν οἱ πρῶτοι <pb xml:id="v.4.p.64"/> λίθινον καὶ χαλκοῦν στήσαντες τρόπαιον εὐδοκιμοῦσιν.</p></div><div subtype="section" type="textpart" n="38"><p rend="indent"><q>διὰ τί Κόιντος Μέτελλος ἀρχιερεὺς γενόμενος καὶ τἄλλα δοκῶν φρόνιμος εἶναι καὶ πολιτικὸς ἀνὴρ ἐκώλυεν οἰωνίζεσθαι μετὰ τὸν Σεξτίλιον μῆνα τὸν νῦν Αὔγουστον προσαγορευόμενον;</q></p><p rend="indent">πότερον ὅτι καθάπερ ἡμέρας ἀκμαζούσης ἢ ἀρχομένης πράττομεν τὰ τοιαῦτα καὶ μηνὸς ἱσταμένου καὶ αὐξομένου, τὰς δʼ ἀποκλίτους ὡς <milestone unit="stephpage" xml:id="stephpage-273e" n="273e"/> ἀχρηματίστους φυλαττόμεθα, παραπλησίως τὸν μετὰ μῆνας ὀκτὼ χρόνον ὥσπερ ἑσπέραν τινὰ τοῦ ἐνιαυτοῦ καὶ δείλην ἀποκλίνοντος ἤδη καὶ φθίνοντος ἐνόμιζεν; </p><p rend="indent">ἢ καὶ τοῖς ὄρνισι χρηστέον ἀκμαίοις καὶ τελείοις; εἰσὶ δὲ πρὸ τοῦ θέρους τοιοῦτοι· περὶ δὲ τὸ φθινόπωρον οἱ μὲν ἀσθενεῖς καὶ νοσώδεις, οἱ δὲ νεοττοὶ καὶ ἀτελεῖς, οἱ δὲ παντάπασι φροῦδοι διὰ τὴν ὥραν ἐκτοπίζοντες.</p></div><div subtype="section" type="textpart" n="39"><p rend="indent"><q>διὰ τοῖς μὴ στρατευομένοις μὲν ἐν στρατοπέδῳ δʼ ἄλλως ἀναστρεφομένοις οὐκ ἐξῆν ἄνδρα βαλεῖν πολέμιον οὐδὲ τρῶσαι;</q></p><p rend="indent">καὶ τοῦτο Κάτων ὁ πρεσβύτης ἐν ἐπιστολῇ τινι δεδήλωκε, γράφων πρὸς τὸν υἱὸν καὶ κελεύων, εἰ <milestone unit="stephpage" xml:id="stephpage-273f" n="273f"/> παρεθείη τῆς στρατείας ἀποπληρώσας τὸν χρόνον, <pb xml:id="v.4.p.66"/> ὑποστρέφειν· ἢ προσμένοντα λαβεῖν παρὰ τοῦ στρατηγοῦ τὸ ἐξεῖναι τρῶσαι καὶ ἀνελεῖν πολέμιον. </p><p rend="indent">πότερον ὅτι τὴν ἀνάγκην μόνην ἐξουσίαν εἶναι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐνόμιζεν</foreign> Xylander: <foreign xml:lang="grc">νομίζεν</foreign></note> δεῖ τοῦ ἀνελεῖν ἄνθρωπον, ὁ δʼ ἄνευ νόμου καὶ προστάγματος τοῦτο ποιῶν ἀνδροφόνος ἐστί; διὸ καὶ Χρυσάνταν ἐπῄνεσεν ὁ Κῦρος, ὅτι μέλλων ἀναιρεῖν πολέμιον καὶ τὴν κοπίδα διηρμένος, ἀκούσας τὸ ἀνακλητικὸν ἀφῆκε τὸν ἄνδρα καὶ οὐκ ἔπαισεν ὡς κεκωλυμένος. </p><p rend="indent">ἢ δεῖ τὸν συνιστάμενον πολεμίοις καὶ μαχόμενον<milestone unit="stephpage" xml:id="stephpage-274a" n="274a"/>, ἂν ἀποδειλιάσῃ, μὴ ἀνυπεύθυνον εἶναι μηδʼ ἀθῷον; οὐ γὰρ οὕτω βαλών τινα καὶ τρώσας ὠφέλησεν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἶναι</foreign>] <foreign xml:lang="grc">δοῦναι</foreign> E. Kurtz.</note> , ὡς φυγὼν καὶ ἀναχωρήσας ἔβλαψεν. ὁ μὲν οὖν ἀφειμένος στρατείας ἀπήλλακται τῶν στρατιωτικῶν νόμων· ὁ δʼ αἰτησάμενος τὸ πράττειν τὰ τῶν στρατευομένων πάλιν ἑαυτὸν ὑπεύθυνον τῷ νόμῳ καὶ τῷ στρατηγῷ δέδωκεν.</p></div><div subtype="section" type="textpart" n="40"><p rend="indent"><q>διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ἐν ὑπαίθρῳ ἀλείφεσθαι;</q></p><p rend="indent">πότερον ὅτι καὶ παῖδας γυμνοῦσθαι πατρὸς ὁρῶντος καὶ πενθεροῦ γαμβρὸν οὐχ ὅσιον ἦν οὐδὲ καλόν, <milestone unit="stephpage" xml:id="stephpage-274b" n="274b"/> οὐδὲ συνελούοντο τὸ παλαιὸν ἀλλήλοις; πατὴρ δʼ ὁ Ζεὺς καὶ τὸ ἐν ὑπαίθρῳ μάλιστά πως εἶναι δοκεῖ τοῦ Διὸς ἐνώπιον. </p><p rend="indent">ἤ, καθάπερ ἐν ναῷ καὶ ἱερῷ γυμνοῦν ἑαυτὸν ἀθέμιτόν ἐστιν, οὕτω τὸν ὕπαιθρον ἀέρα καὶ τὸν <pb xml:id="v.4.p.68"/> ὑπουράνιον, ὄντα καὶ θεῶν καὶ δαιμόνων μεστόν, ἐξευλαβοῦντο; διὸ καὶ τὰ πολλὰ τῶν ἀναγκαίων ὑπὸ στέγῃ δρῶμεν ἐπικρυπτόμενοι καὶ ἐπικαλυπτόμενοι ταῖς οἰκίαις πρὸς τὸ θεῖον. </p><p rend="indent">ἢ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἢ</foreign> added by Meziriacus (<foreign xml:lang="grc">καὶ</foreign> in E).</note> τὰ μὲν μόνῳ τῷ ἱερεῖ, τὰ δὲ πᾶσιν ὑπὸ τοῦ νόμου προστέτακται διὰ τοῦ ἱερέως; διὸ καὶ παρʼ ἡμῖν τὸ μὲν στεφανηφορεῖν καὶ κομᾶν καὶ μὴ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">μὴ</foreign> added by Meziriacus.</note> σιδηροφορεῖν μηδὲ τοῖς Φωκέων ὅροις ἐμβαίνειν <milestone unit="stephpage" xml:id="stephpage-274c" n="274c"/> ἴδια λειτουργήματα τοῦ ἄρχοντός ἐστι· τὸ δʼ ὀπώρας μὴ γεύεσθαι πρὸ ἰσημερίας μετοπωρινῆς μηδʼ ἄμπελον τέμνειν πρὸ ἰσημερίας ἐαρινῆς ὁμοῦ τι πᾶσι δηλοῦται διὰ τοῦ ἄρχοντος· ἑκατέρου γὰρ ὁ καιρὸς ἐκεῖνός ἐστι. </p><p rend="indent">τὸν αὐτὸν οὖν τρόπον, ὡς ἔοικε, καὶ τοῦ παρὰ Ῥωμαίοις ἱερέως ἴδιόν ἐστι τὸ μήθʼ ἵππῳ χρῆσθαι μήτε πλείονας νύκτας ἀποδημεῖν τριῶν μήτʼ ἀποτίθεσθαι τὸν πῖλον, ἀφʼ οὗ καὶ <q>φλᾶμεν</q> κέκληται. <milestone unit="stephpage" xml:id="stephpage-274d" n="274d"/> πολλὰ δʼ ἄλλα δηλοῦται πᾶσι διὰ τοῦ ἱερέως· ὧν ἕν ἐστι καὶ τὸ ἐν ὑπαίθρῳ μὴ ἀλείφεσθαι. τὸ γάρ ξηραλοιφεῖν ὑφεωρῶντο Ῥωμαῖοι σφόδρα, καὶ τοῖς Ἕλλησιν οἴονται μηδὲν οὕτως αἴτιον δουλείας γεγονέναι καὶ μαλακίας ὡς τὰ γυμνάσια καὶ τὰς παλαίστρας πολὺν ἄλυν καὶ σχολὴν ἐντικτούσας <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐντικτούσας</foreign>] <foreign xml:lang="grc">ἐντεκόυσας</foreign> in all mss. except E.</note> ταῖς πόλεσι καὶ κακοσχολίαν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κακοσχολία</foreign>ν] Wyttenbach suggests <foreign xml:lang="grc">ἀδολεσχίαν</foreign>.</note> καὶ τὸ παιδεραστεῖν <pb xml:id="v.4.p.70"/> καὶ τὸ διαφθείρειν τὰ σώματα τῶν νέων ὕπνοις καὶ περιπάτοις καὶ κινήσεσιν εὐρύθμοις καὶ διαίταις ἀκριβέσιν, ὑφʼ ὧν ἔλαθον ἐκρυέντες τῶν ὅπλων καὶ ἀγαπήσαντες ἀνθʼ ὁπλιτῶν καὶ ἱππέων ἀγαθῶν εὐτράπελοι καὶ παλαιστρῖται καλοὶ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καλοὶ</foreign>] all mss. except E have <foreign xml:lang="grc">καὶ καλοὶ</foreign>.</note> λέγεσθαι. ταῦτα <milestone unit="stephpage" xml:id="stephpage-274e" n="274e"/> γοῦν ἔργον ἐστὶν ἀποφυγεῖν εἰς ὕπαιθρον ἀποδυομένους· οἱ δὲ κατʼ οἰκίαν ἀλειφόμενοι καὶ θεραπεύοντες ἑαυτοὺς οὐδὲν ἁμαρτάνουσι.</p></div></div></body></text></TEI>