<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="36"><p rend="indent"><q>διὰ τί πύλην μίαν θυρίδα καλοῦσι, τὴν γὰρ ʼ φενέστραν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φενέστραν</foreign> as in 322 F and elsewhere: <foreign xml:lang="grc">παινέστραν</foreign>.</note> ʼ τοῦτο σημαίνει, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">σημαίνει</foreign>] an obvious correction for <foreign xml:lang="grc">σημαίνειν</foreign>, the infinitive and the indicative being not infrequently confused un the mss.</note> καὶ παρʼ αὐτὴν ὁ καλούμενος Τύχης θάλαμός ἐστι;</q></p><p rend="indent">πότερον ὅτι Σέρβιος ὁ βασιλεὺς εὐτυχέστατος γενόμενος δόξαν ἔσχε τῇ Τύχῃ συνεῖναι φοιτώσῃ <milestone unit="stephpage" xml:id="stephpage-273c" n="273c"/> διὰ θυρίδος πρὸς αὐτόν; </p><p rend="indent">ἢ τοῦτο μὲν μῦθός ἐστιν, ἐπεὶ δὲ Ταρκυνίου Πρίσκου τοῦ βασιλέως ἀποθανόντος ἡ γυνὴ Τανακυλλὶς ἔμφρων οὖσα καὶ βασιλικὴ διὰ θυρίδος προκύψασα τοῖς πολίταις ἐνέτυχε καὶ συνέπεισεν ἀποδεῖξαι βασιλέα τὸν Σέρβιον, ἔσχε ταύτην ὁ τόπος τὴν ἐπωνυμίαν;</p></div><div subtype="section" type="textpart" n="37"><p rend="indent"><q>διὰ τί τῶν τοῖς θεοῖς ἀνατιθεμένων μόνα τὰ σκῦλα νενόμισται περιορᾶν ἀφανιζόμενα τῷ χρόνῳ, καὶ μήτε προκινεῖν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προκινεῖν</foreign> F.C.B.; προσκαινοῦν Wyttenbach; <foreign xml:lang="grc">προσκαττύειν</foreign> (?) S.A. Naber: <foreign xml:lang="grc">προσκθνεῖν</foreign>.</note> μήτʼ ἐπισκευάζειν;</q></p><p rend="indent">πότερον ἵνα τὴν δόξαν οἰόμενοι τοῖς πρώτοις συνεκλιπεῖν ἀεί τι πρόσφατον ὑπόμνημα τῆς ἀρετῆς <milestone unit="stephpage" xml:id="stephpage-273d" n="273d"/> ζητῶσι κομίζειν; </p><p rend="indent">ἢ μᾶλλον ὅτι τοῦ χρόνου τὰ σημεῖα τῆς πρὸς τοὺς πολεμίους διαφορᾶς ἀμαυροῦντος, αὐτοὺς ἀναλαμβάνειν καὶ καινοποιεῖν ἐπίφθονόν ἐστι καὶ φιλαπέχθημον; οὐδὲ γὰρ παρʼ Ἕλλησιν οἱ πρῶτοι <pb xml:id="v.4.p.64"/> λίθινον καὶ χαλκοῦν στήσαντες τρόπαιον εὐδοκιμοῦσιν.</p></div><div subtype="section" type="textpart" n="38"><p rend="indent"><q>διὰ τί Κόιντος Μέτελλος ἀρχιερεὺς γενόμενος καὶ τἄλλα δοκῶν φρόνιμος εἶναι καὶ πολιτικὸς ἀνὴρ ἐκώλυεν οἰωνίζεσθαι μετὰ τὸν Σεξτίλιον μῆνα τὸν νῦν Αὔγουστον προσαγορευόμενον;</q></p><p rend="indent">πότερον ὅτι καθάπερ ἡμέρας ἀκμαζούσης ἢ ἀρχομένης πράττομεν τὰ τοιαῦτα καὶ μηνὸς ἱσταμένου καὶ αὐξομένου, τὰς δʼ ἀποκλίτους ὡς <milestone unit="stephpage" xml:id="stephpage-273e" n="273e"/> ἀχρηματίστους φυλαττόμεθα, παραπλησίως τὸν μετὰ μῆνας ὀκτὼ χρόνον ὥσπερ ἑσπέραν τινὰ τοῦ ἐνιαυτοῦ καὶ δείλην ἀποκλίνοντος ἤδη καὶ φθίνοντος ἐνόμιζεν; </p><p rend="indent">ἢ καὶ τοῖς ὄρνισι χρηστέον ἀκμαίοις καὶ τελείοις; εἰσὶ δὲ πρὸ τοῦ θέρους τοιοῦτοι· περὶ δὲ τὸ φθινόπωρον οἱ μὲν ἀσθενεῖς καὶ νοσώδεις, οἱ δὲ νεοττοὶ καὶ ἀτελεῖς, οἱ δὲ παντάπασι φροῦδοι διὰ τὴν ὥραν ἐκτοπίζοντες.</p></div></div></body></text></TEI>