<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="35"><p rend="indent"><q>διὰ τί δὲ τὴν Λαρεντίαν, ἑταίραν γεγενημένην, <milestone unit="stephpage" xml:id="stephpage-272f" n="272f"/> οὕτω τιμῶσιν;</q></p><p rend="indent">ἄλλην γὰρ εἶναι Λαρεντίαν Ἄκκαν ἱστοροῦσι τὴν Ῥωμύλου τροφόν, ἣν τῷ Ἀπριλλίῳ μηνὶ <pb xml:id="v.4.p.60"/> τιμῶσι. τῇ δʼ ἑταίρᾳ Λαρεντίᾳ Φαβόλαν ἐπίκλησιν εἶναι λέγουσιν, ἐγνωρίσθη δὲ διὰ τοιαύτην αἰτίαν. ζάκορός τις Ἡρακλέους, ὡς ἔοικεν, ἀπολαύων σχολῆς ἔθος εἶχεν ἐν πεττοῖς καὶ κύβοις τὰ πολλὰ διημερεύειν· καί ποτε, τῶν εἰωθότων παίζειν σὺν αὐτῷ καὶ μετέχειν τῆς τοιαύτης διατριβῆς κατὰ τύχην μηδενὸς παρόντος, ἀδημονῶν τὸν θεὸν προυκαλεῖτο διαβαλέσθαι τοῖς κύβοις πρὸς αὐτὸν ὥσπερ ἐπὶ ῥητοῖς, νικήσας μὲν εὑρέσθαι τι παρὰ τοῦ θεοῦ <milestone unit="stephpage" xml:id="stephpage-273a" n="273a"/> χρηστόν, ἂν δὲ λειφθῇ, δεῖπνον αὐτὸς τῷ θεῷ παρασχεῖν καὶ μείρακα καλὴν συναναπαυσομένην. ἐκ τούτου δὲ τοὺς κύβους προθέμενος, τὸν μὲν ὑπὲρ ἑαυτοῦ, τὸν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸν</foreign>... <foreign xml:lang="grc">τὸν</foreign>] <foreign xml:lang="grc">τὴν</foreign>... <foreign xml:lang="grc">τὴν</foreign> in all mss. except E.</note> δʼ ὑπὲρ τοῦ θεοῦ βαλὼν ἐλείφθη. ταῖς οὖν προκλήσεσιν ἐμμένων τράπεζάν τε λαμπροτέραν παρεσκεύασε τῷ θεῷ, καὶ τὴν Λαρεντίαν παραλαβὼν ἐμφανῶς ἑταιροῦσαν εἱστίασε καὶ κατέκλινεν ἐν τῷ ἱερῷ καὶ τὰς θύρας ἀπιὼν ἔκλεισε. λέγεται δὲ νύκτωρ ἐντυχεῖν αὐτῇ τὸν θεὸν οὐκ ἀνθρωπίνως καὶ κελεῦσαι βαδίζειν ἕωθεν εἰς ἀγοράν, <milestone unit="stephpage" xml:id="stephpage-273b" n="273b"/> ᾧ δʼ ἂν ἐντύχῃ πρώτῳ, προσέχειν μάλιστα καὶ ποιεῖσθαι φίλον. ἀναστᾶσαν οὖν τὴν Λαρεντίαν βαδίζειν, καὶ συντυχεῖν τινι τῶν πλουσίων ἀγάμων δὲ καὶ παρηκμακότων ὄνομα Ταρρουτίῳ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ταρρουτίῳ</foreign>] Carrutius in Macrobius, <title rend="italic">Saturnalia</title>, i.10.14 and 17.</note>· γνωρισθεῖσαν δὲ τούτῳ καὶ ζῶντος ἄρχειν τοῦ οἴκου καὶ κληρονομῆσαι τελευτήσαντος· ὕστερον δὲ χρόνοις <pb xml:id="v.4.p.62"/> αὐτὴν τελευτῶσαν τῇ πόλει τὴν οὐσίαν ἀπολιπεῖν· διὸ τὰς τιμὰς ἔχειν ταύτας.</p></div><div subtype="section" type="textpart" n="36"><p rend="indent"><q>διὰ τί πύλην μίαν θυρίδα καλοῦσι, τὴν γὰρ ʼ φενέστραν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φενέστραν</foreign> as in 322 F and elsewhere: <foreign xml:lang="grc">παινέστραν</foreign>.</note> ʼ τοῦτο σημαίνει, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">σημαίνει</foreign>] an obvious correction for <foreign xml:lang="grc">σημαίνειν</foreign>, the infinitive and the indicative being not infrequently confused un the mss.</note> καὶ παρʼ αὐτὴν ὁ καλούμενος Τύχης θάλαμός ἐστι;</q></p><p rend="indent">πότερον ὅτι Σέρβιος ὁ βασιλεὺς εὐτυχέστατος γενόμενος δόξαν ἔσχε τῇ Τύχῃ συνεῖναι φοιτώσῃ <milestone unit="stephpage" xml:id="stephpage-273c" n="273c"/> διὰ θυρίδος πρὸς αὐτόν; </p><p rend="indent">ἢ τοῦτο μὲν μῦθός ἐστιν, ἐπεὶ δὲ Ταρκυνίου Πρίσκου τοῦ βασιλέως ἀποθανόντος ἡ γυνὴ Τανακυλλὶς ἔμφρων οὖσα καὶ βασιλικὴ διὰ θυρίδος προκύψασα τοῖς πολίταις ἐνέτυχε καὶ συνέπεισεν ἀποδεῖξαι βασιλέα τὸν Σέρβιον, ἔσχε ταύτην ὁ τόπος τὴν ἐπωνυμίαν;</p></div></div></body></text></TEI>