διὰ τί πᾶν τεῖχος ἀβέβηλον καὶ ἱερὸν νομίζουσι, τὰς δὲ πύλας οὐ νομίζουσιν; ἦ καθάπερ ἔγραψε Βάρρων τὸ μὲν τεῖχος ἱερὸν δεῖ νομίζειν, ὅπως ὑπὲρ αὐτοῦ μάχωνται προθύμως καὶ ἀποθνήσκωσιν; οὕτω γὰρ δοκεῖ καὶ Ῥωμύλος ἀποκτεῖναι τὸν ἀδελφὸν ὡς ἄβατον καὶ ἱερὸν τόπον ἐπιχειροῦντα διαπηδᾶν καὶ ποιεῖν ὑπερβατὸν καὶ βέβηλον. τὰς δὲ πύλας οὐχ οἷόν τʼ ἦν ἀφιερῶσαι, διʼ ὧν ἄλλα τε πολλὰ τῶν ἀναγκαίων καὶ τοὺς νεκροὺς ἐκκομίζουσιν. ὅθεν οἱ πόλιν ἀπʼ ἀρχῆς κτίζοντες ὅσον ἂν μέλλωσι τόπον ἀνοικοδομεῖν ἐπίασιν ἀρότρῳ, βοῦν ἄρρενα καὶ θήλειαν ὑποζεύξαντες· ὅταν δὲ τὰ τείχη περιορίζωσι, τὰς τῶν πυλῶν χώρας διαμετροῦντες τὴν ὕνιν ὑφαιροῦσι, καὶ μεταφέρουσιν οὕτω τὸ ἄροτρον, ὡς τὴν ἀρουμένην πᾶσαν ἱερὰν καὶ ἄσυλον ἐσομένην. διὰ τί τοὺς παῖδας, ὅταν ὀμνύωσι τὸν Ἡρακλέα, κωλύουσιν ὑπὸ στέγῃ τοῦτο ποιεῖν καὶ κελεύουσιν εἰς ὕπαιθρον προϊέναι; πότερον, ὡς ἔνιοι λέγουσιν, οὐκ οἰκουρίᾳ τὸν Ἡρακλέα χαίρειν ἀλλʼ ὑπαίθρῳ βίῳ καὶ θυραυλίαις νομίζοντες; ἢ μᾶλλον, ὅτι τῶν θεῶν οὐκ ἐπιχώριος οὗτος ἀλλὰ πόρρωθεν καὶ ξένος; οὐδὲ γὰρ τὸν Διόνυσον ὀμνύουσιν ὑπὸ στέγῃ, στέγῃ as above: all mss. except E have στέγην . ξένον ὄντα καὶ αὐτόν, εἴπερ ἐστὶ ἀπὸ Νύσης. ἀπὸ Νύσης F.C.B.: διόνυσος . ἢ ταῦτα μὲν λέγεται, καὶ παίζεται πρὸς τοὺς παῖδας, ἄλλως δʼ ἐπίσχεσίς ἐστι τῆς πρὸς τὸν ὅρκον εὐχερείας καὶ ταχύτητος τὸ γιγνόμενον, ὡς Φαβωρῖνος ἔλεγε; τὸ γὰρ ὥσπερ ἐκ παρασκευῆς μέλλησιν ἐμποιεῖ καὶ βουλεύσασθαι δίδωσι. συμβάλοιτο δʼ ἄν τις τῷ Φαβωρίνῳ πρὸς τὸ μὴ κοινὸν ἀλλʼ ἴδιον εἶναι τοῦ θεοῦ τούτου τὸ γιγνόμενον ἐκ τῶν περὶ Ἡρακλέους λεγομένων. ἱστορεῖται γὰρ οὕτως οὕτως Wyttenbach: οὗτος . εὐλαβὴς γεγονέναι πρὸς ὅρκον, ὥσθʼ ἅπαξ ὀμόσαι καὶ μόνῳ Φυλεῖ τῷ Αὐγέου· διὸ καὶ τὴν Πυθίαν προφέρειν τὰ ὅρκια πάντα πάντα F.C.B.: ταῦτα . Λακεδαιμονίοις ὡς ἐμπεδοῦσι λῷον εἴη καὶ ἄμεινον. διὰ τί τὴν γαμουμένην οὐκ ἐῶσιν αὐτὴν ὑπερβῆναι τὸν οὐδὸν τῆς οἰκίας, ἀλλʼ ὑπεραίρουσιν οἱ προπέμποντες; πότερον ὅτι καὶ τὰς πρώτας γυναῖκας ἁρπάσαντες οὕτως εἰσήνεγκαν, αὐταὶ δʼ οὐκ εἰσῆλθον; ἢ βούλονται δοκεῖν εἰσιέναι βιαζομένας οὐχ ἑκούσας, ὅπου μέλλουσι διαλύειν τὴν παρθενίαν; ἢ σύμβολόν ἐστι τοῦ μηδʼ ἐξιέναι διʼ αὐτῆς μηδὲ καταλιπεῖν τὴν οἰκίαν, εἰ μὴ βιασθείη, καθάπερ καὶ εἰσῆλθε βιασθεῖσα; καὶ γὰρ παρʼ ἡμῖν ἐν Βοιωτίᾳ καίουσι πρὸ τῆς θύρας τὸν ἄξονα τῆς ἁμάξης, ἐμφαίνοντες δεῖν τὴν νύμφην ἐμμένειν ὡς ἀνῃρημένου τοῦ ἀπάξοντος.