διὰ τί τὸν δρυοκολάπτην οἱ Λατῖνοι σέβονται καὶ ἀπέχονται πάντες ἰσχυρῶς τοῦ ὄρνιθος; πότερον ὅτι τὸν Πῖκον λέγουσιν ὑπὸ φαρμάκων τῆς γυναικὸς μεταβαλεῖν τὴν φύσιν καὶ γενόμενον δρυοκολάπτην ἀποφθέγγεσθαι λόγια καὶ χρησμῳδεῖν τοῖς ἐρωτῶσιν; ἤ τοῦτο μὲν ἄπιστόν ἐστιν ὅλως καὶ τερατῶδες, ἅτερος δὲ τῶν μύθων πιθανώτερος, ὡς ἄρα τοῖς περὶ Ῥωμύλον καὶ Ῥῶμον ἐκτεθεῖσιν οὐ μόνον λύκαινα θηλὴν ἐπεῖχεν, ἀλλὰ καὶ δρυοκολάπτης τις ἐπιφοιτῶν ἐψώμιζεν; ἐπιεικῶς γὰρ ἔτι καὶ νῦν ἐν ἐν added by Bernardarkis τοῖς ὑπωρείοις καὶ δρυμώδεσι τόποις ὅπου φαίνεται δρυοκολάπτης, ἐκεῖ καὶ λύκος, ὡς Νιγίδιος Νιγίδιος Xylander: νίγιδος . ἱστορεῖ. ἢ μᾶλλον, ὡς ἄλλον ἄλλου θεοῦ, καὶ τοῦτον Ἄρεος ἱερὸν νομίζουσι τὸν ὄρνιν; καὶ γὰρ εὐθαρσὴς καὶ γαῦρός ἐστι καὶ τὸ ῥύγχος οὕτως ἔχει κραταιόν, ὥστε δρῦς ἀνατρέπειν, ὅταν κόπτων πρὸς τὴν ἐντεριώνην ἐξίκηται. διὰ τί τὸν Ἰανὸν διπρόσωπον οἴονται γεγονέναι καὶ γράφουσιν οὕτω καὶ πλάττουσιν; πότερον ὅτι τῷ μὲν γένει Ἕλλην ἐκ Περραιβίας ἦν, ὡς ἱστοροῦσιν, διαβὰς δʼ εἰς Ἰταλίαν καὶ συνοικήσας τοῖς αὐτόθι βαρβάροις μετέβαλε καὶ γλῶτταν καὶ δίαιταν ἢ μᾶλλον ὅτι τοὺς περὶ τὴν Ἰταλίαν φυτοῖς φυτοῖς F.C.B. ( σίτοις or σιτίος Kronenberg; ἀνθρώπους Abresch): . ἀγρίοις καὶ ἀνόμοις χρωμένους ἔθεσιν εἰς ἕτερον βίου σχῆμα, πείσας γεωργεῖν καὶ πολιτεύεσθαι, μετέβαλε καὶ μετεκόσμησεν; διὰ τί τὰ πρὸς πρός ] περί in the Life of Numa , chap. xxii. τὰς ταφὰς πιπράσκουσιν ἐν τῷ τεμένει τῷ Λιβιτίνης νομίζοντες Ἀφροδίτην εἶναι τὴν Λιβιτίνην; πότερον καὶ τοῦτο τῶν Νομᾶ τοῦ βασιλέως φιλοσοφημάτων ἕν ἐστιν, ὅπως μανθάνωσι μὴ δυσχεραίνειν τὰ τοιαῦτα μηδὲ φεύγειν ὡς μιασμόν; ἢ μᾶλλον ὑπόμνησίς ἐστι τοῦ φθαρτὸν εἶναι τὸ γεννητόν, ὡς μιᾶς θεοῦ τὰς γενέσεις καὶ τὰς τελευτὰς ἐπισκοπούσης; καὶ γὰρ ἐν Δελφοῖς Ἀφροδίτης ἐπιτυμβίας ἀγαλμάτιόν ἐστι πρὸς ὃ ὅ ] ᾦ E. Kurtz. τοὺς κατοιχομένους ἐπὶ τὰς χοὰς ἀνακαλοῦνται.