<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="12"><p rend="indent"><q>διὰ τί δὲ τὸν Κρόνον πατέρα τῆς ἀληθείας νομίζουσι;</q></p><p rend="indent">πότερον, ὥσπερ ἔνιοι τῶν φιλοσόφων, χρόνον <milestone unit="stephpage" xml:id="stephpage-266f" n="266f"/> οἴονται τὸν Κρόνον εἶναι, τὸ δʼ ἀληθὲς εὑρίσκει χρόνος· ἢ τὸν μυθολογούμενον ἐπὶ Κρόνου βίον, εἰ δικαιότατος ἦν, εἰκός ἐστι μάλιστα μετέχειν ἀληθείας;</p></div><div subtype="section" type="textpart" n="13"><p rend="indent"><q>διὰ τί καὶ τῷ λεγομένῳ Ὁνώρει θύουσιν ἀπαρακαλύπτῳ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀπαρακαλύπτῳ</foreign> E, as above at the beginning of no. 11: <foreign xml:lang="grc">ἀκαλύπτῳ</foreign>.</note> τῇ κεφαλῇ; τὸν δὲ Ὁνῶρεμ δόξαν ἄν τις ἢ τιμὴν μεθερμηνεύσειε.</q></p><p rend="indent">πότερον διότι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διότι</foreign> Wyttenbach: <foreign xml:lang="grc">δὲ ὅτι</foreign>.</note> λαμπρὸν ἡ δόξα καὶ περιφανὲς καὶ ἀναπεπταμένον, διʼ ἣν αἰτίαν τοῖς ἀγαθοῖς καὶ <milestone unit="stephpage" xml:id="stephpage-267a" n="267a"/> τιμωμένοις ἀνδράσιν ἀποκαλύπτονται, διὰ ταύτην καὶ τὸν ἐπώνυμον τῆς τιμῆς θεὸν οὕτω προσκυνοῦσιν;</p></div><div subtype="section" type="textpart" n="14"><p rend="indent"><q>διὰ τί τοὺς γονεῖς ἐκκομίζουσιν οἱ μὲν υἱοὶ συγκεκαλυμμένοι, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">συγκεκαλυμμένοι</foreign> some mss., as Petavius conjectured: <foreign xml:lang="grc">συγκεκαλυμμέναις</foreign>.</note> αἱ δὲ θυγατέρες γυμναῖς ταῖς κεφαλαῖς καὶ ταῖς κόμαις λελυμέναις;</q></p><p rend="indent">πότερον ὅτι τιμᾶσθαι μὲν ὑπὸ τῶν ἀρρένων δεῖ <pb xml:id="v.4.p.26"/> τοὺς πατέρας ὡς θεούς, πενθεῖσθαι δʼ ὑπὸ τῶν θυγατέρων ὡς τεθνηκότας, ἑκατέρῳ τὸ οἰκεῖον ὁ νόμος ἀποδοὺς ἐξ ἀμφοτέρων ἐποίησε τὸ ἁρμόττον; </p><p rend="indent">ἢ πένθους μὲν οἰκεῖον τὸ μὴ σύνηθες, συνηθέστερον δὲ ταῖς μὲν γυναιξὶν ἐγκεκαλυμμέναις, τοῖς <milestone unit="stephpage" xml:id="stephpage-267b" n="267b"/> δʼ ἀνδράσιν ἀκαλύπτοις εἰς τὸ δημόσιον προϊέναι; καὶ γὰρ παρʼ Ἕλλησιν ὅταν δυστυχία τις γένηται, κείρονται μὲν αἱ γυναῖκες κομῶσι δʼ οἱ ἄνδρες, ὅτι τοῖς μὲν τὸ κείρεσθαι ταῖς δὲ τὸ κομᾶν σύνηθὲς ἐστιν. </p><p rend="indent">ἢ τοὺς μὲν υἱοὺς ἐπικαλύπτεσθαι διʼ ἣν εἰρήκαμεν αἰτίαν ἐνομίσθη; καὶ γὰρ ἐπὶ τῶν τάφων, ὥς φησι Βάρρων, περιστρέφονται, καθάπερ θεῶν ἱερὰ τιμῶντες τὰ τῶν πατέρων μνήματα, καὶ καύσαντες τοὺς γονεῖς, ὅταν ὀστέῳ πρῶτον ἐντύχωσι, θεὸν γεγονέναι τὸν τεθνηκότα λέγουσι. </p><p rend="indent">ταῖς δὲ γυναιξὶν οὐδʼ ὅλως ἐξῆν ἐπικαλύπτεσθαι τὴν κεφαλήν· ἱστορεῖται γοῦν ὅτι πρῶτος μὲν <milestone unit="stephpage" xml:id="stephpage-267c" n="267c"/> ἐξέβαλε γυναῖκα Σπόριος Καρβίλιος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καρβὶλιος</foreign> Reiske: <foreign xml:lang="grc">καρβήλιος</foreign></note> ἐπʼ ἀτεκνίᾳ, δεύτερος δὲ Σουλπίκιος Γάλλος ἐφελκυσαμένην ἰδὼν κατὰ κεφαλῆς τὸ ἱμάτιον, τρίτος δὲ Πόπλιος Σεμπρώνιος ἀγῶνα θεωρήσασαν ἐπιτάφιον.</p></div></div></body></text></TEI>