<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="111"><p rend="indent"><q>διὰ τί δὲ κυνὸς καὶ αἰγὸς ἐκέλευον ἀπέχεσθαι τὸν ἱερέα, μήθʼ ἁπτόμενον μήτʼ ὀνομάζοντα;</q></p><p rend="indent">πότερον τῆς μὲν αἰγὸς βδελυττόμενοι τὸ ἀκόλαστον καὶ δυσῶδες, ἢ φοβούμενοι τὸ νοσηματικόν; δοκεῖ γὰρ ἐπιληψίᾳ καταλαμβάνεσθαι μάλιστα τῶν ζῴων καὶ προσαναχρώννυσθαι τοῖς φαγοῦσιν ἢ θιγοῦσιν ὑπὸ τοῦ πάθους ἐχομένης. <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐχομένης</foreign>] <foreign xml:lang="grc">ἐχομένοις</foreign> in most mss.</note> αἰτίαν δὲ <milestone unit="stephpage" xml:id="stephpage-290b" n="290b"/> λέγουσι τὴν στενότητα τῶν πνευματικῶν πόρων πολλάκις ἐπιλαμβανομένων, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπιλαμβανομένων</foreign> F.C.B.: <foreign xml:lang="grc">ἐπιλαμβανομένην</foreign>.</note> τεκμαιρόμενοι τῇ λεπτότητι τῆς φωνῆς. καὶ γὰρ ἀνθρώπων ὅσοις ἐπιληπτίζουσι συμβαίνει φθέγγεσθαι, μηκασμῷ παραπλησίαν φωνὴν ἀφιᾶσι. </p><p rend="indent">τῷ δὲ κυνὶ τοῦ μὲν ἀκολάστου καὶ δυσώδους ἧττον ἴσως μέτεστι· καίτοι φασὶν ἔνιοι μήτε τῆς Ἀθηναίων ἀκροπόλεως ἐπιβαίνειν κύνα μήτε τῆς Δηλίων νήσου διὰ τὴν ἐμφανῆ μεῖξιν, ὥσπερ βοῶν καὶ συῶν καὶ ἵππων ἐν θαλάμοις ἀλλʼ <pb xml:id="v.4.p.164"/> οὐκ ἐμφανῶς καὶ ἀνέδην ὀχευόντων. τὴν γὰρ ἀληθινὴν αἰτίαν ἀγνοοῦσιν ὅτι μάχιμον ὄντα τὸν <milestone unit="stephpage" xml:id="stephpage-290c" n="290c"/> κύνα τῶν ἀσύλων καὶ ἁγίων ἐξείργουσιν ἱερῶν, ἀσφαλῆ καταφυγὴν τοῖς ἱκέταις διδόντες. εἰκὸς μὲν οὖν ἐστι καὶ τὸν ἱερέα τοῦ Διὸς ὥσπερ ἔμψυχον καὶ ἱερὸν ἄγαλμα <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄγαλμα</foreign> Dübner: <foreign xml:lang="grc">καὶ ἄγαλμα</foreign> or <foreign xml:lang="grc">ἄγαλμα καὶ</foreign>.</note> καταφύξιμον ἀνεῖσθαι τοῖς δεομένοις καὶ ἱκετεύουσι, μηδενὸς ἀπείργοντος μηδʼ ἐκφοβοῦντος. διὸ κλινίδιον μὲν ἦν αὐτοῦ κείμενον ἐν τῷ θυρῶνι τῆς οἰκίας ὁ δὲ προσπεσὼν τοῖς γόνασι τὴν ἡμέραν ἐκείνην ἄδειαν εἶχε πληγῶν καὶ κολάσεως· εἰ δὲ δεσμώτης φθαίη <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">φθαίη</foreign>] <foreign xml:lang="grc">ἔφθη</foreign> in one ms. (E).</note> προσελθών, ἐλύετο· τοὺς δὲ δεσμοὺς ἐκτὸς οὐ κατὰ θύρας ἀλλʼ ὑπὲρ τοῦ στέγους ἀπερρίπτουν. οὐδὲν οὖν ὄφελος ἦν οὕτως αὑτὸν ἥμερον παρέχειν καὶ φιλάνθρωπον, εἰ κύων προειστήκει δεδιττόμενος καὶ ἀπερύκων τοὺς προσφυγεῖν δεομένους. </p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-290d" n="290d"/>οὐ μὴν οὐδὲ καθαρεύειν ᾤοντο παντάπασιν οἱ παλαιοὶ τὸ ζῷον καὶ γὰρ Ὀλυμπίων μὲν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ γὰρ Ὀλυμπίων μὲν</foreign> Wyttenbach: (<foreign xml:lang="grc">καὶ</foreign>) <foreign xml:lang="grc">Ὀλυμπίων μὲν γὰρ</foreign>.</note> οὐδενὶ θεῶν καθιέρωται, χθονίᾳ δὲ δεῖπνον Ἑκάτῃ πεμπόμενος εἰς τριόδους ἀποτροπαίων καὶ καθαρσίων ἐπέχει μοῖραν. ἐν δὲ Λακεδαίμονι τῷ φονικωτάτῳ θεῶν Ἐνυαλίῳ σκύλακας ἐντέμνουσι· Βοιωτοῖς δὲ δημοσίᾳ καθαρμός ἐστι κυνὸς διχοτομηθέντος τῶν μερῶν διεξελθεῖν αὐτοὶ δὲ Ῥωμαῖοι τοῖς Λυκαίοις, ἃ Λουπερκάλια καλοῦσιν, ἐν τῷ καθαρσίῳ μηνὶ κύνα θύουσιν. ὅθεν οὐκ ἀπὸ τρόπου τοῖς τὸν ὑπέρτατον καὶ καθαρώτατον εἰληφόσι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἰληφόσι</foreign>] <foreign xml:lang="grc">εἰληχόσι</foreign> H. Richards and Kronenberg.</note> <pb xml:id="v.4.p.166"/> θεραπεύειν θεὸν ἀπειρῆσθαι κύνα ποιεῖσθαι συνήθη καὶ σύνοικον. </p></div><div subtype="section" type="textpart" n="112"><milestone unit="stephpage" xml:id="stephpage-290e" n="290e"/><p rend="indent"><q>διὰ τίνα δʼ αἰτίαν οὐδὲ κιττοῦ θιγεῖν ἐφεῖτο <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐφεῖτο</foreign> as in 291 B, <foreign xml:lang="lat">infra</foreign>: <foreign xml:lang="grc">ἐφίετο</foreign>.</note> τῷ ἱερεῖ τοῦ Διός, οὐδʼ ὁδὸν διελθεῖν ἀναδενδράδος ἄνωθεν διατεταμένης;</q></p><p rend="indent">ἢ τοῦτο μὲν ὅμοιόν ἐστι τῷ <q>μὴ ἐσθίειν ἐπὶ δίφρου, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐπὶ δίφρου</foreign> as in 354 E: <foreign xml:lang="grc">ἀπὸ δίφρου</foreign>.</note> </q> <q>μηδʼ ἐπὶ χοίνικος καθῆσθαι,</q> <q>μηδὲ σάρον ὑπερβαίνειν,</q> οὐ ταῦτα τῶν Πυθαγορικῶν δεδιότων καὶ φυλαττομένων ἀλλʼ ἕτερα τούτοις ἀπαγορευόντων; καὶ γὰρ τὸ ὑπʼ ἄμπελον ὑποπορεύεσθαι τὴν ἀναφορὰν ἐπὶ τὸν οἶνον εἶχεν, ὡς οὐ θεμιτὸν τῷ ἱερεῖ μεθύσκεσθαι. τῶν γὰρ μεθυσκομένων ὑπὲρ κεφαλῆς ὁ οἶνός ἐστι καὶ πιέζονται <milestone unit="stephpage" xml:id="stephpage-290f" n="290f"/> καὶ ταπεινοῦνται, δέον ὑπερτέρους εἶναι καὶ κρατεῖν ἀεὶ τῆς ἡδονῆς ταύτης ἀλλὰ μὴ κρατεῖσθαι. </p><p rend="indent">τὸν δὲ κιττὸν πότερον ὡς ἄκαρπον καὶ ἄχρηστον ἀνθρώποις, ἀδρανῆ δὲ καὶ διʼ ἀσθένειαν ἑτέρων ὀχούντων δεόμενον, σκιᾷ δὲ καὶ χλωρότητος ὄψει γοητεύοντα τοὺς πολλούς, οὐκ ᾤοντο δεῖν ἀσύμβολον ἐν ταῖς οἰκίαις μάτην ἐντρέφεσθαι καὶ περιπλέκεσθαι, βλαβερὸν ὄντα τοῖς προσδεχομένοις <milestone unit="stephpage" xml:id="stephpage-291a" n="291a"/> φυτοῖς; ἢ ὡς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἢ ὡς</foreign> added by Titchener and Pohlenz.</note> τῆς γῆς ἐχόμενον; διὸ τῶν μὲν ὀλυμπίων ἱερῶν εἴργεται, καὶ οὔτʼ ἐν Ἥρας Ἀθήνησιν οὔτε Θήβησιν ἐν Ἀφροδίτης ἴδοι τις ἂν κιττόν· Ἀγριωνίοις <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ἀγριωνίοις</foreign> Meziriacus and Wyttenbach: <foreign xml:lang="grc">ἄγριον ἴοις</foreign></note> δὲ καὶ Νυκτελίοις, ὧν τὰ πολλὰ διὰ σκότους δρᾶται, πάρεστιν. <pb xml:id="v.4.p.168"/> </p><p rend="indent">ἢ καὶ τοῦτο συμβολικὴ θιάσων καὶ βακχευμάτων ἀπαγόρευσις ἦν; αἱ γὰρ ἔνοχοι τοῖς βακχικοῖς πάθεσι γυναῖκες εὐθὺς ἐπὶ τὸν κιττὸν φέρονται, καὶ σπαράττουσι δραττόμεναι ταῖς χερσὶ καὶ διεσθίουσαι τοῖς στόμασιν ὥστε μὴ παντελῶς ἀπιθάνους εἶναι τοὺς λέγοντας ὅτι καὶ πνεῦμα <milestone unit="stephpage" xml:id="stephpage-291b" n="291b"/> μανίας ἔχων ἐγερτικὸν καὶ παρακινητικὸν ἐξίστησι καὶ ταράττει, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ταράττει</foreign> Wyttenbach (<foreign xml:lang="lat">cf</foreign>. 136 c): <foreign xml:lang="grc">σπαράττει</foreign>.</note> καὶ ὅλως ἄοινον ἐπάγει μέθην καὶ χαρὰν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">χαρὰν</foreign> Wyttenbach (<foreign xml:lang="grc">καρὰν</foreign> Meziriacus): <foreign xml:lang="grc">χάριν</foreign></note> τοῖς ἐπισφαλῶς πρὸς ἐνθουσιασμὸν ἔχουσι.</p></div><div subtype="section" type="textpart" n="113"><p rend="indent"><q>διὰ τί τοῖς ἱερεῦσι τούτοις ἀρχὴν οὐκ ἐφεῖτο λαβεῖν οὐδὲ μετελθεῖν, ἀλλὰ ῥαβδούχῳ τε χρῶνται καὶ δίφρον ἡγεμονικὸν ἐπὶ τιμῇ καὶ παραμυθίᾳ τοῦ μὴ ἄρχειν ἔχουσι;</q></p><p rend="indent">πότερον, ὡς ἐνιαχοῦ τῆς Ἑλλάδος ἀντίρροπον ἦν τὸ τῆς ἱερωσύνης ἀξίωμα πρὸς τὸ τῆς βασιλείας, καὶ μὴ τοὺς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοὺς</foreign> added by F.C.B.</note> τυχόντας ἱερεῖς ἀπεδείκνυσαν; </p><p rend="indent">ἢ μᾶλλον ὅτι τῶν μὲν ἱερέων ὡρισμένας πράξεις ἐχόντων τῶν δʼ ἀρχόντων <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τῶν δ’ ἀρχόντων</foreign> seems to be required by the context. Meziriacus wrote <foreign xml:lang="grc">τῶν δ’ ἀρχῶν</foreign> and one ms. has <foreign xml:lang="grc">τῶν δὲ δημοσίων</foreign>.</note> ἀτάκτους καὶ ἀορίστους <milestone unit="stephpage" xml:id="stephpage-291c" n="291c"/> οὐκ ἦν δυνατὸν εἰς ἓν ἅμα τῶν καιρῶν συμπεσόντων ἑκατέρῳ παρεῖναι τὸν αὐτόν, ἀλλʼ ἔδει θάτερα πολλάκις ἀμφοτέρων ἐπειγόντων ἀπολείποντα νῦν μὲν ἀσεβεῖν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀσεβεῖν</foreign> Xylander: <foreign xml:lang="grc">εὐσεβεῖν</foreign>.</note> τοὺς θεούς, νῦν δὲ βλάπτειν τοὺς πολίτας; </p><p rend="indent">ἢ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἢ</foreign>] <foreign xml:lang="grc">οἱ</foreign> all mss. but one.</note> ταῖς ἀνθρωπίναις ἐνορῶντες ἀρχαῖς οὐκ ἐλάττονα τῆς ἐξουσίας τὴν ἀνάγκην προσοῦσαν, καὶ τὸν ἄρχοντα δήμου, καθάπερ Ἱπποκράτης ἔφη τὸν <pb xml:id="v.4.p.170"/> ἰατρόν, δεινὰ μὲν ὁρῶντα δεινῶν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δεινῶν</foreign>] <foreign xml:lang="grc">ἀηδῶ</foreign>ν in both Hippocrates and Lucian, cited in note <emph>c</emph> on page 169.</note> δʼ ἁπτόμενον, ἐπʼ ἀλλοτρίοις δὲ κακοῖς ἰδίας λύπας καρπούμενον, οὐχ ὅσιον ἡγοῦντο θύειν θεοῖς καὶ ἱερῶν κατάρχεσθαι γενόμενον ἐν καταδίκαις καὶ θανατώσεσι πολιτῶν, πολλάκις δὲ καὶ συγγενῶν καὶ οἰκείων, οἷα καὶ Βρούτῳ συνέτυχε;</p></div></div></body></text></TEI>