διὰ τί τῷ Κρόνῳ θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ; πότερον ὅτι τὴν ἐγκάλυψιν Αἰνείας παρέδωκεν, ἡ δὲ τοῦ Κρόνου θυσία παμπάλαιός ἐστιν, ἢ ὅτι τοῖς οὐρανίοις ἐπικαλύπτονται, τὸν δὲ Κρόνον ἡγοῦνται θεὸν ὑπουδαῖον καὶ χθόνιον; ἢ ὅτι τῆς ἀληθείας οὐδὲν ἀπόκρυφον ἀπόκρυφον ] all mss. but one have ἐπίκρυφον . ἢ ἐπίσκιον, ἀληθείας δὲ νομίζουσι Ῥωμαῖοι πατέρα τὸν Κρόνον εἶναι; διὰ τί δὲ τὸν Κρόνον πατέρα τῆς ἀληθείας νομίζουσι; πότερον, ὥσπερ ἔνιοι τῶν φιλοσόφων, χρόνον οἴονται τὸν Κρόνον εἶναι, τὸ δʼ ἀληθὲς εὑρίσκει χρόνος· ἢ τὸν μυθολογούμενον ἐπὶ Κρόνου βίον, εἰ δικαιότατος ἦν, εἰκός ἐστι μάλιστα μετέχειν ἀληθείας;