διὰ τίνα αἰτίαν ἐν ταῖς δημοσίαις ἑορταῖς ἔθος οὐκ ἔστι γαμεῖσθαι παρθένους, αἱ δὲ χῆραι γαμοῦνται; πότερον, ὡς ὁ Βάρρων εἴρηκεν, ὅτι λυπούμεναι μὲν αἱ παρθένοι γαμοῦνται, χαίρουσαι χαίρουσαι E: χαίρουσι . δʼ αἱ γυναῖκες, ἑορτῇ δὲ δεῖ δὲ δεῖ Wyttenbach: δὲ . μηδὲν λυπουμένους ποιεῖν μηδὲ πρὸς ἀνάγκην; ἢ μᾶλλον ὅτι ταῖς μὲν παρθένοις καλὸν μὴ ὀλίγων ταῖς δὲ χήραις αἰσχρὸν πολλῶν παρόντων παρόντων Meziriacus: ὄντων . γαμεῖσθαι; ζηλωτὸς γὰρ ὁ πρῶτος γάμος ὁ δὲ δεύτερος ἀπευκταῖος· αἰσχύνονται γάρ, ἂν ζώντων τῶν προτέρων ἑτέρους λαμβάνωσιν, ὀδύρονται δέ, ἂν ἀποθανόντων. ὅθεν ἡσυχίᾳ χαίρουσι μᾶλλον ἢ θορύβοις καὶ προπομπαῖς. αἱ δʼ ἑορταὶ περισπῶσι τοὺς πολλούς, ὥστε τοῖς τοιούτοις μὴ, σχολάζειν. ἢ ὅτι καὶ τὰς Σαβίνων θυγατέρας ἁρπάσαντες ἐν ἑορτῇ παρθένους οὔσας εἰς πόλεμον κατέστησαν, ἐξοιωνίσαντο τὸ γαμεῖν παρθένους ἐν ἱεραῖς ἡμέραις; διὰ τί Ῥωμαῖοι Τύχην σέβονται Πριμιγένειαν, ἣν ἄν τις εἴποι πρωτογένειαν; ἆρʼ ὅτι Σερουίῳ κατὰ τύχην, ὥς φασιν, ἐκ θεραπαινίδος γενομένῳ βασιλεῦσαι τῆς Ῥώμης ἐπιφανῶς ὑπῆρξεν; οὕτω γάρ οἱ πολλοὶ Ῥωμαίων ὑπειλήφασιν. ἢ μᾶλλον ὅτι τῆς Ῥώμης ἡ τύχη παρέσχε τὴν ἀρχὴν καὶ τὴν γένεσιν; ἢ φυσικώτερον ἔχει λόγον τὸ πρᾶγμα καὶ φιλοσοφώτερον, ὡς τὴν τύχην πάντων οὖσαν ἀρχὴν καὶ τὴν φύσιν ἐκ τοῦ κατὰ τύχην συνισταμένην, ὅταν τισὶν ὡς ἔτυχεν ἀποκειμένοις ἀποκειμένοις ] ὑποκειμένοις E. Kurtz. τάξις ἐγγένηται; διὰ τί τοὺς περὶ τὸν Διόνυσον τεχνίτας ἱστρίωνας Ῥωμαῖοι, καλοῦσιν; ἢ διʼ ἣν αἰτίαν Κλούβιος Ῥοῦφος ἱστόρηκε; φησὶ γὰρ ἐν τοῖς πάνυ παλαιοῖς χρόνοις Γαΐου τε Σουλπικίου καὶ Λικινίου Στόλωνος ὑπατευόντων, λοιμώδη νόσον ἐν Ῥώμῃ γενομένην πάντας ὁμαλῶς διαφθεῖραι τοὺς ἐπὶ σκηνὴν προερχομένους· δεηθεῖσιν οὖν αὐτοῖς ἐκ Τυρρηνίας ἐλθεῖν πολλοὺς καὶ ἀγαθοὺς τεχνίτας, ὧν τὸν πρωτεύοντα δόξῃ καὶ χρόνον χρόνον Dübner: χρόνῳ . πλεῖστον ἐνευημεροῦντα τοῖς θεάτροις Ἵστρον ὀνομάζεσθαι· καὶ διὰ τοῦτο πάντας ἱστρίωνας ἀπʼ ἐκείνου προσαγορεύεσθαι.