<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="101"><p rend="indent"><q>διὰ τί κοσμοῦσι τοὺς παῖδας τοῖς περιδεραίοις, ἃ βούλλας καλοῦσι;</q></p><p rend="indent">πότερον ἐπὶ τιμῇ τῶν ἡρπασμένων γυναικῶν, <pb xml:id="v.4.p.150"/> ὥσπερ ἄλλα πολλά, καὶ τοῦτʼ ἐψηφίσαντο τοῖς ἐξ αὐτῶν γεννωμένοις ὑπάρχειν; </p><p rend="indent">ἢ τὴν Ταρκυνίου τιμῶντες ἀνδραγαθίαν; λέγεται γὰρ ἔτι παῖς ὢν ἐν τῇ μάχῃ τῇ πρὸς Λατίνους <milestone unit="stephpage" xml:id="stephpage-288a" n="288a"/> ἅμα καὶ Τυρρηνοὺς ἐμβαλεῖν εἰς τοὺς πολεμίους, ἀπορρυεὶς δὲ τοῦ ἵππου καὶ τοὺς ἐπιφερομένους ἰταμῶς ὑποστὰς ἐπιρρῶσαι τοὺς Ῥωμαίους· γενομένης δὲ λαμπρᾶς τροπῆς τῶν πολεμίων καὶ μυρίων ἑξακισχιλίων ἀναιρεθέντων, τοῦτο λαβεῖν ἀριστεῖον παρὰ τοῦ πατρὸς καὶ βασιλέως. </p><p rend="indent">ἢ τοῖς παλαιοῖς οἰκετῶν μὲν ἐρᾶν ὥραν ἐχόντων οὐκ ἦν ἄδοξον οὐδʼ αἰσχρόν, ὡς ἔτι νῦν αἱ κωμῳδίαι μαρτυροῦσιν, ἐλευθέρων δὲ παίδων ἰσχυρῶς ἀπείχοντο, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἰσχυρῶς ἀπείχοντο</foreign>] <foreign xml:lang="grc">παντελῶς ἀπέσχοντο</foreign> in one ms. (E), and παντελῶς may well be right.</note> καὶ ὅπως μηδὲ γυμνοῖς ἐντυχόντες <milestone unit="stephpage" xml:id="stephpage-288b" n="288b"/> ἀμφιγνοήσειαν, ἐφόρουν οἱ παῖδες τὸ παράσημον; </p><p rend="indent">ἢ καὶ πρὸς εὐταξίαν ἐστὶ φυλακτήριον τοῦτο, καὶ τρόπον τινὰ τοῦ ἀκολάστου χαλινός, αἰσχυνομένων ἀνδροῦσθαι πρὶν ἢ τὸ παιδικὸν ἀποθέσθαι παράσημον; </p><p rend="indent">ὅ μὲν γὰρ οἱ περὶ Βάρρωνα λέγουσιν οὐ πιθανόν ἐστι, τῆς βουλῆς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">βουλῆς</foreign> Xylander and Meziriacus: <foreign xml:lang="grc">βούλλης</foreign></note> ὑπὸ Αἰολέων βόλλας προσαγορευομένης, τοῦτο σύμβολον εὐβουλίας περιτίθεσθαι τοὺς παῖδας. </p><p rend="indent">ἀλλʼ ὅρα μὴ καὶ τοῦτο διὰ τὴν σελήνην φοροῦσι. τὸ γὰρ φαινόμενον σχῆμα τῆς σελήνης, ὅταν ᾖ διχόμηνος, οὐ σφαιροειδὲς ἀλλὰ φακοειδές ἐστι καὶ <pb xml:id="v.4.p.152"/> δισκοειδές, ὡς δʼ Ἐμπεδοκλῆς οἴεται, καὶ τὸ ὑποκείμενον.</p></div><div subtype="section" type="textpart" n="102"><p rend="indent"><q>διὰ τί τῶν παίδων τοῖς μὲν ἄρρεσιν <milestone unit="stephpage" xml:id="stephpage-288c" n="288c"/> ἐναταίοις, τοῖς δὲ θήλεσιν ὀγδοαίοις τὰ ὀνόματα τίθενται;</q></p><p rend="indent">ἢ τὸ μὲν προτέροις τοῖς θήλεσιν αἰτίαν ἔχει τὴν φύσιν; καὶ γὰρ αὔξεται τὸ θῆλυ καὶ ἀκμάζει καὶ τελειοῦται πρότερον τοῦ ἄρρενος. τῶν δʼ ἡμερῶν τὰς μετὰ τὴν ἑβδόμην λαμβάνουσιν· ἡ γὰρ ἑβδόμη σφαλερὰ τοῖς νεογνοῖς πρός τε τἄλλα καὶ τὸν ὀμφαλόν· ἑβδομαῖος γὰρ ἀπολύεται τοῖς πλείστοις· ἕως δʼ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δʼ</foreign>] <foreign xml:lang="grc">δ’ ἂν</foreign> Bernardakis, but not necessarily required.</note> ἀπολυθῇ, φυτῷ μᾶλλον ἢ ζῴῳ προσέοικε τὸ νήπιον. </p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-288d" n="288d"/>ἢ καθάπερ οἱ Πυθαγορικοὶ τοῦ ἀριθμοῦ τὸν μὲν ἄρτιον θῆλυν ἄρρενα δὲ τὸν περιττὸν ἐνόμιζον; γόνιμος γάρ ἐστι καὶ κρατεῖ τοῦ ἀρτίου συντιθέμενος, καὶ διαιρουμένων εἰς τὰς μονάδας ὁ μὲν ἄρτιος καθάπερ τὸ θῆλυ χώραν μεταξὺ κενὴν ἐνδίδωσι, τοῦ δὲ περιττοῦ μόριον ἀεί τι πλῆρες ὑπολείπεται· διὸ τὸν μὲν ἄρρενι τὸν δὲ θήλει πρόσφορον νομίζουσιν. </p><p rend="indent">ἢ ὅτι τῶν ἀριθμῶν ἁπάντων τὰ μὲν ἐννέα πρῶτός ἐστι, τετράγωνος ἀπὸ περιττοῦ καὶ τελείου τῆς τριάδος, τὰ δʼ ὀκτὼ πρῶτος κύβος ἀπὸ ἀρτίου τῆς δυάδος; δεῖ δὲ τὸν μὲν ἄνδρα <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄνδρα</foreign> added by Polus and found in one ms.</note> τετράγωνον εἶναι καὶ περιττὸν καὶ τέλειον, τὴν δὲ γυναῖκα καθάπερ <milestone unit="stephpage" xml:id="stephpage-288e" n="288e"/> τὸν κύβον ἑδραῖον καὶ οἰκουρὸν καὶ δυσμετακίνητον. <pb xml:id="v.4.p.154"/> τοῦτο δὲ προσληπτέον ὅτι τὰ μὲν ὀκτὼ κύβος ἐστὶν ἀπὸ δυάδος, τὰ δʼ ἐννέα τετράγωνος ἀπὸ τριάδος· χρῶνται δὲ δυσὶ μὲν ὀνόμασιν αἱ θήλειαι τρισὶ δʼ οἱ ἄρρενες.</p></div><div subtype="section" type="textpart" n="103"><p rend="indent"><q>διὰ τί τοὺς ἀπάτορας <q>σπορίους</q> υἱοὺς καλοῦσιν;</q></p><p rend="indent">οὐ γάρ, ὡς Ἕλληνες νομίζουσι, καὶ λέγουσιν οἱ ῥήτορες ἐν ταῖς δίκαις, συμφορητοῦ τινος καὶ κοινοῦ σπέρματος γεγόνασιν, ἀλλʼ ἔστιν ὁ Σπόριος τῶν πρώτων ὀνομάτων, ὡς ὁ Σέξτος καὶ ὁ Δέκιμος καὶ ὁ Γάιος. τὰ δὲ πρῶτα τῶν ὀνομάτων οὐχ ὁλογραφοῦσιν ἀλλʼ ἢ διʼ ἑνὸς γράμματος, ὡς τὸν Τίτον καὶ τὸν Λούκιον καὶ τὸν Μᾶρκον, ἢ διὰ δυοῖν, ὡς τὸν Τιβέριον καὶ τὸν Γναῖον, ἢ διὰ τριῶν, ὡς τὸν Σέξτον καὶ τὸν Σερούιον. ἔστιν οὖν καὶ ὁ Σπόριος τῶν διὰ δυοῖν γραφομένων, τοῦ <term>ς</term> <milestone unit="stephpage" xml:id="stephpage-288f" n="288f"/> καὶ τοῦ π. γράφουσι δὲ διὰ τούτων καὶ τοὺς ἀπάτορας <q>σίνε πάτρε <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πάτρε</foreign> an obvious correction: <foreign xml:lang="grc">πάτρις</foreign>.</note> </q> οἷον ἄνευ πατρός, τῷ μὲν <term>ς</term> τὸ <q>σίνε</q> τῷ δὲ π τὸ <q>πάτρε</q> <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πάτρε</foreign> an obvious correction: <foreign xml:lang="grc">πάτρις</foreign>.</note> σημαίνοντες. τοῦτʼ οὖν τὴν πλάνην ἐποίησε, τὸ διὰ τῶν αὐτῶν γραμμάτων τὸ <q>σίνε πάτρε</q> <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πάτρε</foreign> an obvious correction: <foreign xml:lang="grc">πάτρις</foreign>.</note> καὶ τὸν Σπόριον γράφεσθαι. </p><p rend="indent">λεκτέον δὲ καὶ τὸν ἕτερον λόγον, ἔστι δʼ ἀτοπώτερος· τοὺς γὰρ Σαβίνους φασὶ τὸ τῆς γυναικὸς αἰδοῖον ὀνομάζειν σπόριον, εἶθʼ οἷον ἐφυβρίζοντας οὕτω προσαγορεύειν τὸν ἐκ γυναικὸς ἀγάμου καὶ ἀνεγγύου γεγενημένον.</p></div><div subtype="section" type="textpart" n="104"><p rend="indent">διὰ τί τὸν Διόνυσον <q>Λίβερουμ Πάτρεμ καλοῦσι;</q> <pb xml:id="v.4.p.156"/> </p><p rend="indent">πότερον ὡς ἐλευθερίας πατέρα τοῖς πιοῦσι <milestone unit="stephpage" xml:id="stephpage-289a" n="289a"/> γιγνόμενον; γίγνονται γὰρ οἱ πολλοὶ θρασεῖς καὶ παρρησίας ὑποπιμπλῶνται περὶ τὰς μέθας· ἢ ὅτι τὴν λοιβὴν παρέσχεν; ἤ, ὡς Ἀλέξανδρός φησιν, ἀπὸ τοῦ περὶ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">περὶ</foreign>] <foreign xml:lang="grc">παρʼ</foreign> in one ms. (E).</note> Ἐλευθερὰς τῆς Βοιωτίας Ἐλευθερέως Διονύσου προσαγορευομένου;</p></div><div subtype="section" type="textpart" n="105"><p rend="indent"><q>διὰ τίνα αἰτίαν ἐν ταῖς δημοσίαις ἑορταῖς ἔθος οὐκ ἔστι γαμεῖσθαι παρθένους, αἱ δὲ χῆραι γαμοῦνται;</q></p><p rend="indent">πότερον, ὡς ὁ Βάρρων εἴρηκεν, ὅτι λυπούμεναι μὲν αἱ παρθένοι γαμοῦνται, χαίρουσαι <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">χαίρουσαι</foreign> E: <foreign xml:lang="grc">χαίρουσι</foreign>.</note> δʼ αἱ γυναῖκες, ἑορτῇ δὲ δεῖ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δὲ δεῖ</foreign> Wyttenbach: <foreign xml:lang="grc">δὲ</foreign>.</note> μηδὲν λυπουμένους ποιεῖν μηδὲ πρὸς ἀνάγκην; </p><p rend="indent">ἢ μᾶλλον ὅτι ταῖς μὲν παρθένοις καλὸν μὴ <milestone unit="stephpage" xml:id="stephpage-289b" n="289b"/> ὀλίγων ταῖς δὲ χήραις αἰσχρὸν πολλῶν παρόντων <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παρόντων</foreign> Meziriacus: <foreign xml:lang="grc">ὄντων</foreign>.</note> γαμεῖσθαι; ζηλωτὸς γὰρ ὁ πρῶτος γάμος ὁ δὲ δεύτερος ἀπευκταῖος· αἰσχύνονται γάρ, ἂν ζώντων τῶν προτέρων ἑτέρους λαμβάνωσιν, ὀδύρονται δέ, ἂν ἀποθανόντων. ὅθεν ἡσυχίᾳ χαίρουσι μᾶλλον ἢ θορύβοις καὶ προπομπαῖς. αἱ δʼ ἑορταὶ περισπῶσι τοὺς πολλούς, ὥστε τοῖς τοιούτοις μὴ, σχολάζειν. </p><p rend="indent">ἢ ὅτι καὶ τὰς Σαβίνων θυγατέρας ἁρπάσαντες ἐν ἑορτῇ παρθένους οὔσας εἰς πόλεμον κατέστησαν, ἐξοιωνίσαντο τὸ γαμεῖν παρθένους ἐν ἱεραῖς ἡμέραις; </p></div></div></body></text></TEI>