<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc4" type="edition" xml:lang="grc"><div n="5" subtype="section" type="textpart"><head>Περσίδες</head><p rend="indent"><milestone n="246a" unit="stephpage" xml:id="stephpage-246a"/>Πέρσας Ἀστυάγου βασιλέως καὶ Μήδων
ἀποστήσας Κῦρος ἡττήθη μάχῃ· φεύγουσι τοῖς Πέρσαις εἰς τὴν πόλιν, ὀλίγον ἀπεχόντων συνεισπεσεῖν τῶν
πολεμίων, ἀπήντησαν αἱ γυναῖκες πρὸ τῆς πόλεως <milestone n="5" unit="tlnum"/> καὶ τοὺς πέπλους ἐκ
    τῶν κάτω μερῶν ἐπάρασαι <q>ποῖ φέρεσθε</q> εἶπον <q>ὦ κάκιστοι πάντων ἀνθρώπων; οὐ γὰρ ἐνταῦθά γε δύνασθε
καταδῦναι φεύγοντες, ὅθεν ἐξεγένεσθε</q> ταύτην τὴν ὄψιν ἅμα καὶ τὴν φωνὴν αἰδεσθέντες οἱ Πέρσαι καὶ
κακίσαντες ἑαυτοὺς ἀνέστρεψάν <milestone n="10" unit="tlnum"/> τε καὶ συμβαλόντες ἐξ ἀρχῆς ἐτρέψαντο
τοὺς <milestone n="246b" unit="stephpage" xml:id="stephpage-246b"/> πολεμίους. ἐκ τούτου κατέστη
νόμος, εἰσελάσαντος βασιλέως εἰς τὴν πόλιν ἑκάστην γυναῖκα χρυσοῦν λαμβάνειν, Κύρου νομοθετήσαντος.
Ὦχον δέ φασι, τὰ τʼ ἄλλα μοχθηρὸν καὶ φιλοκερδέστατον βασιλέων <milestone n="15" unit="tlnum"/>
ὄντα, περικάμψαι τὴν πόλιν ἀεὶ καὶ μὴ παρελθεῖν ἀλλʼ ἀποστερῆσαι τῆς δωρεᾶς τὰς γυναῖκας. Ἀλέξανδρος
δὲ καὶ δὶς εἰσῆλθε καὶ ταῖς κυούσαις διπλοῦν ἔδωκε. </p></div></div></body></text></TEI>