<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc4" type="edition" xml:lang="grc"><div n="25" subtype="section" type="textpart"><head>Ἐρυξώ</head><p rend="indent">Βάττου τοῦ ἐπικληθέντος Εὐδαίμονος υἱὸς Ἀρκεσίλαος <milestone n="260e" unit="stephpage" xml:id="stephpage-260e"/> ἦν οὐδὲν ὅμοιος τῷ πατρὶ τοὺς τρόπους· καὶ γὰρ ζῶντος
ἔτι περὶ τὴν οἰκίαν περιθεὶς ἐπάλξεις ὑπὸ τοῦ πατρὸς ἐζημιώθη ταλάντῳ· καὶ τελευτήσαντος <milestone n="5" unit="tlnum"/> ἐκείνου, τοῦτο μὲν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign> Herwerdenus: <foreign xml:lang="grc">μὲν οὔ</foreign>
</note> φύσει χαλεπὸς ὤν (ὅπερ καὶ ἐπεκλήθη), τοῦτο δὲ φίλῳ πονηρῷ, Λαάρχῳ, χρώμενος ἀντὶ βασιλέως
ἐγεγόνει τύραννος. ὁ δὲ Λάαρχος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ʽἁλίαρχος</foreign> vel <foreign xml:lang="grc">Λέαρχος</foreign> Herod. 4,
160</note> ἐπιβουλεύων τῇ τυραννίδι καὶ τοὺς ἀρίστους τῶν Κυρηναίων ἐξελαύνων ἢ φονεύων, ἐπὶ
<milestone n="10" unit="tlnum"/> τὸν Ἀρκεσίλαον τὰς αἰτίας ἔτρεπε· καὶ τέλος ἐκεῖνον <milestone n="260f" unit="stephpage" xml:id="stephpage-260f"/> μὲν εἰς νόσον ἐμβαλὼν φθινάδα καὶ χαλεπὴν λαγὼν
πιόντα θαλάσσιον διέφθειρεν, αὐτὸς δὲ τὴν ἀρχὴν εἶχεν ὡς τῷ παιδὶ τῷ ἐκείνου Βάττῳ διαφυλάττων. ὁ
μὲν οὖν παῖς καὶ διὰ τὴν χωλότητα καὶ διὰ τὴν <milestone n="15" unit="tlnum"/> ἡλικίαν κατεφρονεῖτο,
τῇ δὲ μητρὶ πολλοὶ προσεῖχον αὐτοῦ· σώφρων τε γὰρ ἦν καὶ φιλάνθρωπος οἰκείους τε πολλοὺς καὶ
δυνατοὺς εἶχε. διὸ καὶ θεραπεύων αὐτὴν ὁ Λάαρχος ἐμνηστεύετο, καὶ τὸν Βάττον ἠξίου παῖδα θέσθαι
γήμας ἐκείνην, καὶ κοινωνὸν <milestone n="20" unit="tlnum"/> ἀποδεῖξαι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀποδεὶξαι</foreign> *: <foreign xml:lang="grc">ἀποδείξας</foreign>
</note> τῆς ἀρχῆς· ἡ δʼ Ἐρυξὼ (τοῦτο γὰρ ἦν ὄνομα τῇ γυναικὶ) βουλευσαμένη μετὰ τῶν ἀδελφῶν, <milestone n="261a" unit="stephpage" xml:id="stephpage-261a"/> ἐκέλευε τὸν Λάαρχον ἐντυγχάνειν ἐκείνοις, ὡς
αὐτῆς προσιεμένης τὸν γάμον. ἐπεὶ δʼ ὁ Λάαρχος ἐνετύγχανε τοῖς ἀδελφοῖς, ἐκεῖνοι δʼ ἐπίτηδες
παρῆγον καὶ <milestone n="25" unit="tlnum"/> ἀνεβάλλοντο, πέμπει πρὸς αὐτὸν ἡ Ἐρυξὼ θεραπαινίδα παρʼ
αὑτῆς παραγγέλλουσαν, ὅτι νῦν μὲν <pb xml:id="v.2.p.243"/> ἀντιλέγουσιν οἱ ἀδελφοί, γενομένης δὲ
τῆς συνόδου παύσονται διαφερόμενοι καὶ συγχωρήσουσι· δεῖν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δεῖν</foreign> Benselerus: <foreign xml:lang="grc">δεῖ</foreign>
</note> οὖν αὐτόν, εἰ βούλεται, νύκτωρ ἀφικέσθαι πρὸς αὐτήν· καλῶς γὰρ ἕξειν καὶ τὰ λοιπὰ τῆς ἀρχῆς γενομένης <milestone n="5" unit="tlnum"/> ἦν οὖν ταῦτα καθʼ ἡδονὴν τῷ Λαάρχῳ, καὶ παντάπασιν
ἀναπτοηθεὶς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀναπτοηθεὶς</foreign>] <foreign xml:lang="grc">ἀναπτερωθεὶς</foreign>
Cobetus</note> πρὸς τὴν φιλοφροσύνην τῆς <milestone n="261b" unit="stephpage" xml:id="stephpage-261b"/> γυναικὸς ὡμολόγησεν ἥξειν, ὅταν ἐκείνη κελεύῃ. ταῦτα δʼ ἔπραττεν ἡ Ἐρυξὼ
μετὰ Πολυάρχου τοῦ πρεσβυτάτου τῶν ἀδελφῶν. ὁρισθέντος δὲ καιροῦ <milestone n="10" unit="tlnum"/>
πρὸς τὴν σύνοδον, ὁ Πολύαρχος εἰς τὸ δωμάτιον τῆς ἀδελφῆς παρεισήχθη κρύφα, νεανίσκους ἔχων δύο σὺν
αὑτῷ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτῷ</foreign> *: <foreign xml:lang="grc">αὐτῷ</foreign>
</note> ξιφήρεις φόνῳ πατρὸς ἐπεξιόντας, ὃν ὁ Λάαρχος ἐτύγχανεν ἀπεκτονὼς νεωστί. μεταπεμψαμένης δὲ
τῆς Ἐρυξοῦς αὐτὸν, ἄνευ δορυφόρων <milestone n="15" unit="tlnum"/> εἰσῆλθε, καὶ τῶν νεανίσκων αὐτῷ
προσπεσόντων τυπτόμενος τοῖς ξίφεσιν ἀπέθανε. τὸν μὲν οὖν νεκρὸν ἔρριψαν ὑπὲρ τὸ τεῖχος, τὸν δὲ
Βάττον προαγαγόντες <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προαγαγόντες</foreign> Herwerdenus: <foreign xml:lang="grc">προσαγαγόντες</foreign>
</note> ἀνέδειξαν ἐπὶ τοῖς πατρίοις βασιλέα, καὶ τὴν ἀπʼ ἀρχῆς πολιτείαν ὁ Πολύαρχος, ἀπέδωκε
<milestone n="20" unit="tlnum"/>
<milestone n="261c" unit="stephpage" xml:id="stephpage-261c"/> τοῖς Κυρηναίοις. ἐτύγχανον δʼ
Ἀμάσιδος τοῦ Αἰγυπτίων βασιλέως στρατιῶται συχνοὶ παρόντες, οἷς ὁ Λάαρχος ἐχρῆτο πιστοῖς, καὶ
φοβερὸς ἦν οὐχ ἥκιστα διʼ ἐκείνων τοῖς πολίταις. οὗτοι πρὸς Ἄμασιν ἔπεμψαν τοὺς κατηγορήσοντας τοῦ
τε Πολυάρχου καὶ τῆς <milestone n="25" unit="tlnum"/>Ἐρυξοῦς. χαλεπαίνοντος δʼ ἐκείνου καὶ
διανοουμένου πολεμεῖν τοῖς Κυρηναίοις, συνέβη τὴν μητέρα <pb xml:id="v.2.p.244"/> τελευτῆσαι, καὶ
ταφὰς αὐτῆς ἐπιτελοῦντος, ἀναγγέλλοντας ἐλθεῖν παρὰ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρὰ</foreign>] <foreign xml:lang="grc">τὰ παρὰ</foreign>?</note> τοῦ
Ἀμάσιδος. ἔδοξεν οὖν τῷ Πολυάρχῳ <milestone n="261d" unit="stephpage" xml:id="stephpage-261d"/>
βαδίζειν ἀπολογησομένῳ· τῆς δʼ Ἐρυξοῦς μὴ ἀπολειπομένης ἀλλʼ ἕπεσθαι καὶ συγκινδυνεύειν <milestone n="5" unit="tlnum"/> βουλομένης, οὐδʼ ἡ μήτηρ Κριτόλα, καίπερ οὖσα πρεσβῦτις, ἀπελείπετο. μέγιστον
δʼ αὐτῆς ἦν ἀξίωμα, Βάττου γεγενημένης ἀδελφῆς τοῦ Εὐδαίμονος. ὡς οὖν ἦλθον εἰς Αἴγυπτον, οἳ τʼ
ἄλλοι θαυμαστῶς ἀπεδέξαντο τὴν πρᾶξιν αὐτῶν, καὶ ὁ Ἄμασις οὐ <milestone n="10" unit="tlnum"/>
μετρίως ἀπεδέξατο τήν τε σωφροσύνην καὶ τὴν ἀνδρείαν τῆς γυναικός· δώροις δὲ τιμήσας καὶ θεραπείᾳ
βασιλικῇ τόν τε Πολύαρχον καὶ τὰς γυναῖκας εἰς Κυρήνην ἀπέστειλεν. </p></div></div></body></text></TEI>