<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc4" type="edition" xml:lang="grc"><div n="22" subtype="section" type="textpart"><head>Χιομάρα</head><p rend="indent">Χιομάραν δὲ συνέβη τὴν Ὀρτιάγοντος αἰχμάλωτον <milestone n="258e" unit="stephpage" xml:id="stephpage-258e"/> γενέσθαι μετὰ τῶν ἄλλων γυναικῶν, ὅτε Ῥωμαῖοι καὶ Γναῖος ἐνίκησαν μάχῃ
τοὺς ἐν Ἀσίᾳ Γαλάτας. ὁ δὲ λαβὼν αὐτὴν ταξίαρχος ἐχρήσατο τῇ <milestone n="5" unit="tlnum"/> τύχῃ
στρατιωτικῶς καὶ κατῄσχυνεν ἦν δʼ ἄρα καὶ πρὸς ἡδονὴν καὶ ἀργύριον ἀμαθὴς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀμαθὴς καὶ</foreign> del. Cobetus</note> καὶ ἀκρατὴς ἄνθρωπος· ἡττήθη δʼ
ὅμως ὑπὸ τῆς φιλαργυρίας, καὶ χρυσίου συχνοῦ διομολογηθέντος ὑπὲρ τῆς γυναικός, ἦγεν αὐτὴν
ἀπολυτρώσων, ποταμοῦ τινος ἐν <milestone n="10" unit="tlnum"/>
<milestone n="258f" unit="stephpage" xml:id="stephpage-258f"/> μέσῳ διείργοντος. ὡς δὲ διαβάντες οἱ
Γαλάται τὸ χρυσίον ἔδωκαν αὐτῷ καὶ παρελάμβανον τὴν Χιομάραν, ἡ μὲν ἀπὸ νεύματος προσέταξεν ἑνὶ
παῖσαι τὸν Ῥωμαῖον ἀσπαζόμενον αὐτὴν καὶ φιλοφρονούμενον ἐκείνου δὲ πεισθέντος καὶ τὴν κεφαλὴν
ἀποκόψαντος, ἀραμένη καὶ περιστείλασα τοῖς κόλποις <milestone n="15" unit="tlnum"/> ἀπήλαυνεν. ὡς δʼ
ἦλθε πρὸς τὸν ἄνδρα καὶ τὴν κεφαλὴν αὐτῷ προύβαλεν, ἐκείνου θαυμάσαντος καὶ εἰπόντος <q>ὦ γύναι, καλὸν
ἡ πίστις,</q> <q>ναί</q> εἶπεν <q>ἀλλὰ κάλλιον ἕνα μόνον ζῆν ἐμοὶ συγγεγενημένον.</q> <milestone n="20" unit="tlnum"/> ταύτῃ μὲν ὁ Πολύβιός φησι διὰ λόγων ἐν Σάρδεσι γενόμενος θαυμάσαι τό τε φρόνημα καὶ
τὴν σύνεσιν.</p></div></div></body></text></TEI>