Πιερία τῶν εἰς Μίλητον ἀφικομένων Ἰώνων στασιάσαντες ἔνιοι πρὸς τοὺς Νείλεω παῖδας, ἀπεχώρησαν εἰς Μυοῦντα κἀκεῖ κατῴκουν, πολλὰ κακὰ πάσχοντες ὑπὸ τῶν Μιλησίων· ἐπολέμουν γὰρ αὐτοῖς διὰ τὴν ἀποστασίαν. ἀποστασίαν ] ἀπόστασιν Cobetus οὐ μὴν ἀκήρυκτος ἦν ἦν ] γ’ ἦν idem οὐδʼ ἀνεπίμικτος ὁ πόλεμος, ἀλλʼ ἔν τισιν ἑορταῖς ἐφοίτων εἰς Μίλητον ἐκ τοῦ Μυοῦντος αἱ γυναῖκες. ἦν δὲ Πύθης ἀνὴρ ἐν αὐτοῖς ἐμφανής, γυναῖκα μὲν ἔχων Ἰαπυγίαν, θυγατέρα δὲ Πιερίαν. οὔσης οὖν ἑορτῆς Ἀρτέμιδι καὶ θυσίας παρὰ Μιλησίοις, ἣν Νηληίδα Νηληίδα ] Νειλήια idem προσαγορεύουσιν, ἔπεμψε τὴν γυναῖκα καὶ τὴν θυγατέρα, δεηθείσας ὅπως τῆς ἑορτῆς μετάσχωσι· τῶν δὲ Νείλεω παίδων ὁ δυνατώτατος ὄνομα Φρύγιος τῆς Πιερίας ἐρασθεὶς ἐνενόει, ἐνενόει ] ἤρετο idem ex Polyaen. 8, 35. Sed cf. Erotici Script. ed. Hercher. 1 p. 379, 4. 391, 2 τί ἂν αὐτῇ μάλιστα γένοιτο παρʼ αὐτοῦ κεχαρισμένον. εἰπούσης δʼ ἐκείνης εἰ διαπράξαιό μοι τὸ πολλάκις ἐνταῦθα καὶ μετὰ πολλῶν βαδίζειν συνεὶς συνεὶς *: συνεὶς οὐν ὁ Φρύγιος δεομένην φιλίας καὶ εἰρήνης τοῖς πολίταις κατέπαυσε τὸν πόλεμον. ἦν οὖν ἐν ἀμφοτέραις ταῖς πόλεσι δόξα καὶ τιμὴ τῆς Πιερίας, ὥστε καὶ τὰς Μιλησίων εὔχεσθαι γυναῖκας ἄχρι νῦν οὕτως ἐρᾶν τοὺς ἄνδρας αὐτῶν, ὡς Φρύγιος ἠράσθη Πιερίας. Πολυκρίτη Ναξίοις καὶ Μιλησίοις συνέστη πόλεμος διὰ τὴν Ὑψικρέοντος τοῦ Μιλησίου γυναῖκα Νέαιραν. αὕτη γὰρ ἠράσθη Προμέδοντος Ναξίου καὶ συνέπλευσεν, ὃς ἦν μὲν ξένος τοῦ Ὑψικρέοντος, ἐρασθείσῃ δὲ τῇ Νεαίρᾳ συνῆλθε, καὶ τὸν ἄνδρα φοβουμένην ἀπαγαγὼν εἰς Νάξον ἱκέτιν τῆς Ἑστίας ἐκάθισεν. τῶν δὲ Ναξίων οὐκ ἐκδιδόντων χάριν τοῦ Προμέδοντος, ἄλλως δὲ ποιουμένων πρόφασιν τὴν ἱκετείαν, ὁ πόλεμος συνέστη. τοῖς δὲ Μιλησίοις ἄλλοι τε πολλοὶ καὶ προθυμότατα τῶν Ἰώνων Ἐρυθραῖοι συνεμάχουν, καὶ μῆκος ἔσχε καὶ συμφορὰς ἤνεγκε μεγάλας ὁ πόλεμος· εἶτʼ ἐπαύσατο διʼ ἀρετὴν γυναικός, ὡς συνέστη διὰ μοχθηρίαν. Διόγνητος γὰρ ὁ τῶν Ἐρυθραίων στρατηγὸς ἔχων καὶ ἔχων καὶ del. Cobetus πεπιστευμένος ἔρυμα κατὰ τῆς Ναξίων πόλεως εὖ πεφυκὸς καὶ κατεσκευασμένον, ἠλάσατο λείαν τῶν Ναξίων πολλὴν καὶ γυναῖκας ἐλευθέρας ἐλευθέρας *: ἐλευθέρους καὶ παρθένους ἔλαβεν. ὧν μιᾶς Πολυκρίτης ἐρασθεὶς εἶχεν αὐτὴν οὐχ ὡς αἰχμάλωτον ἀλλʼ ἐν τάξει γαμετῆς γυναικός. ἑορτῆς δὲ τοῖς Μιλησίοις καθηκούσης ἐν τῇ στρατιᾷ καὶ πρὸς πόσιν ἁπάντων καὶ συνουσίας τραπομένων, ἠρώτησε τὸν Διόγνητον ἡ Πολυκρίτη, μή τι κωλύοι πεμμάτων μερίδας ἀποπέμψαι τοῖς ἀδελφοῖς αὑτῆς. ἐπιτρέψαντος δʼ ἐκείνου καὶ κελεύσαντος, ἐνέβαλε μολίβδινον γραμματίδιον εἰς πλακοῦντα, κελεύσασα φράσαι τὸν κομίζοντα τοῖς ἀδελφοῖς, ὅπως αὐτοὶ μόνοι καταναλώσωσιν ἃ ἔπεμψε. οἱ δʼ ἐντυχόντες τῷ μολίβδῳ καὶ τὰ γράμματα τῆς Πολυκρίτης ἀναγνόντες, κελευούσης νυκτὸς ἐπιθέσθαι τοῖς πολεμίοις, ὡς ὑπὸ μέθης διὰ τὴν ἑορτὴν ἐξημελημένων πάντων, προσήγγειλαν τοῖς στρατηγοῖς καὶ παρώρμησαν ἐξελθεῖν μετʼ αὐτῶν. ἁλόντος δὲ τοῦ χωρίου καὶ πολλῶν διαφθαρέντων, ἐξῃτήσατο τὸν Διόγνητον ἡ Πολυκρίτη παρὰ τῶν πολιτῶν καὶ διέσωσεν. αὐτὴ δὲ πρὸς ταῖς πύλαις γενομένη γενομένη ] fortasse supplendum καὶ θεασαμένη τοὺς πολίτας ἀπαντῶντας αὐτῇ, μετὰ χαρᾶς καὶ στεφάνων ὑποδεχομένους καὶ θαυμάζοντας, οὐκ ἤνεγκε τὸ μέγεθος τῆς χαρᾶς, ἀλλʼ ἀπέθανεν αὐτοῦ πεσοῦσα παρὰ τὴν πύλην· ὅπου τέθαπται, καὶ καλεῖται βασκάνου τάφος, ὡς βασκάνῳ τινὶ τύχῃ τὴν Πολυκρίτην φθονηθεῖσαν ἀπολαῦσαι τῶν τιμῶν. οὕτω μὲν οἱ Ναξίων συγγραφεῖς ἱστοροῦσιν· ὁ δʼ Ἀριστοτέλης Ἀριστοτέλης ] Fragm. 518 φησὶν οὐδʼ ἁλούσης τῆς Πολυκρίτης, ἄλλως δέ πως ἰδόντα τὸν Διόγνητον ἐρασθῆναι καὶ πάντα διδόναι καὶ ποιεῖν ἕτοιμον εἶναι· τὴν δʼ ὁμολογεῖν ἀφίξεσθαι πρὸς αὐτόν, ἑνὸς μόνου τυχοῦσαν, περὶ οὗ τὸν Διόγνητον, ὥς φησιν ὁ φιλόσοφος, ὅρκον ᾔτησεν ἐπεὶ δʼ ὤμοσεν, ἠξίου τὸ Δήλιον αὐτῇ δοθῆναι Δήλιον γὰρ ἐκαλεῖτο τὸ χωρίον, ἄλλως δʼ οὐκ ἂν ἔφη συνελθεῖν. ὁ δὲ καὶ διὰ τὴν ἐπιθυμίαν καὶ διὰ τὸν ὅρκον ἐξέστη καὶ παρέδωκε τῇ Πολυκρίτῃ τὸν τόπον, ἐκείνη δὲ τοῖς πολίταις. ἐκ δὲ τούτου πάλιν εἰς ἴσον καταστάντες, ἐφʼ οἷς ἐβούλοντο ἐβούλοντο *: ἠβούλοντο πρὸς τοὺς Μιλησίους διελύθησαν. Λαμψάκη ἐκ Φωκαίας τοῦ Κοδριδῶν γένους ἦσαν ἀδελφοὶ δίδυμοι Φόβος Φόβος ] Φόξος Pol. 8, 37 καὶ Βλέψος· ὧν ὁ Φόβος ἀπὸ τῶν Λευκάδων πετρῶν πρῶτος ἀφῆκεν ἑαυτὸν εἰς θάλασσαν, ὡς Χάρων Ξάρων ] Mueller. 1 p. 33 ὁ Λαμψακηνὸς ἱστόρηκεν. ἔχων δὲ δύναμιν καὶ βασιλικὸν ἀξίωμα παρέπλευσεν εἰς Πάριον ἰδίων ἕνεκα πραγμάτων· καὶ γενόμενος φίλος καὶ ξένος Μάνδρωνι, βασιλεύοντι Βεβρύκων τῶν Πιτυοεσσηνῶν προσαγορευομένων, ἐβοήθησε καὶ συνεπολέμησεν αὐτοῖς ὑπὸ τῶν προσοίκων ἐνοχλουμένοις. ὁ δὲ Μάνδρων ἄλλην τε πολλὴν ἐνεδείξατο τῷ Φόβῳ φιλοφροσύνην ἀποπλέοντι καὶ μέρος τῆς τε χώρας καὶ τῆς πόλεως ὡς ὑπισχνεῖτο δώσειν, εἰ βούλοιτο Φωκαεῖς ἔχων ἐποίκους εἰς τὴν Πιτυόεσσαν ἀφικέσθαι. πείσας οὖν τοὺς πολίτας ὁ Φόβος ἐξέπεμψε τὸν ἀδελφὸν ἄγοντα τοὺς ἐποίκους. καὶ τὰ μὲν παρὰ τοῦ Μάνδρωνος ὑπῆρχεν αὐτοῖς, ὥσπερ προσεδόκησαν ὠφελείας δὲ μεγάλας καὶ λάφυρα καὶ λείας ἀπὸ τῶν προσοίκων βαρβάρων λαμβάνοντες, ἐπίφθονοι τὸ πρῶτον εἶτα καὶ φοβεροὶ τοῖς Βέβρυξιν ἦσαν. ἐπιθυμοῦντες οὖν αὐτῶν ἀπαλλαγῆναι, τὸν μὲν Μάνδρωνα, χρηστὸν ὄντα καὶ δίκαιον ἄνδρα περὶ τοὺς Ἕλληνας, οὐκ ἔπεισαν, ἀποδημήσαντος δʼ ἐκείνου, παρεσκευάζοντο τοὺς Φωκαεῖς δόλῳ διαφθεῖραι. τοῦ δὲ Μάνδρωνος ἡ θυγάτηρ Λαμψάκη παρθένος οὖσα τὴν ἐπιβουλὴν προέγνω, καὶ πρῶτον μὲν ἐπεχείρει τοὺς φίλους καὶ οἰκείους ἀποτρέπειν καὶ διδάσκειν, ὡς ἔργον δεινὸν καὶ ἀσεβὲς ἐγχειροῦσι πράττειν, εὐεργέτας καὶ συμμάχους ἄνδρας νῦν δὲ καὶ πολίτας ἀποκτιννύντες. ὡς δʼ οὐκ ἔπειθε, τοῖς Ἕλλησιν ἔφρασε κρύφα τὰ πραττόμενα καὶ παρεκελεύσατο φυλάττεσθαι. οἱ δὲ θυσίαν τινὰ παρασκευασάμενοι καὶ θοίνην ἐξεκαλέσαντο ἐξεκαλέσαντο ] ἐξεκάλεσαν Cobetus τοὺς Πιτυοεσσηνοὺς εἰς τὸ προάστειον· αὑτοὺς δὲ διελόντες δίχα, τοῖς μὲν τὰ τείχη κατελάβοντο κατελάβοντο ] κατέλαβον ? τοῖς δὲ τοὺς ἀνθρώπους ἀνεῖλον. οὕτω δὴ τὴν πόλιν κατασχόντες τόν τε Μάνδρωνα μετεπέμποντο, συμβασιλεύειν τοῖς παρʼ αὐτῶν κελεύοντες· καὶ τὴν Λαμψάκην ἐξ ἀρρωστίας ἀποθανοῦσαν ἔθαψαν ἐν τῇ πόλει μεγαλοπρεπῶς, καὶ τὴν πόλιν ἀπʼ αὐτῆς Λάμψακον προσηγόρευσαν. ἐπεὶ δʼ ὁ Μάνδρων προδοσίας ὑποψίαν φεύγων τὸ μὲν οἰκεῖν μετʼ αὐτῶν παρῃτήσατο, παῖδας δὲ τῶν τεθνηκότων καὶ γυναῖκας ἠξίωσε κομίσασθαι· καὶ ταῦτα προθύμως οὐδὲν ἀδικήσαντες ἐξέπεμψαν, καὶ τῇ Λαμψάκῃ πρότερον ἡρωικὰς τιμὰς ἀποδιδόντες ὕστερον ὡς θεῷ θύειν ἐψηφίσαντο καὶ διατελοῦσιν οὕτω θύοντες.