Σαλματίδες Ἀννίβα δὲ τοῦ Βάρκα, πρὶν ἐπὶ Ῥωμαίους στρατεύειν, ἐν Ἰβηρίᾳ πόλει μεγάλῃ Σαλματικῇ προσμαχομένου, πρῶτον μὲν ἔδεισαν οἱ πολιορκούμενοι καὶ συνέθεντο ποιήσειν τὸ προσταττόμενον, Ἀννίβᾳ τριακόσια δόντες ἀργυρίου τάλαντα καὶ τριακοσίους ὁμήρους. ἀνέντος δὲ τὴν πολιορκίαν ἐκείνου, μεταγνόντες οὐδὲν ἔπραττον ὧν ὡμολόγησαν. αὖθις οὖν ἐπιστρέψαντος αὐτοῦ καὶ τοὺς στρατιώτας ἐπὶ διαρπαγῇ χρημάτων κελεύσαντος ἐπιχειρεῖν τῇ πόλει, παντάπασι καταπλαγέντες οἱ βάρβαροι συνεχώρησαν ἐξελθεῖν ἐν ἐν ] ἑνὶ Polyaen. 7, 48. ἐν ἑνὶ Herwerdenus. cf. p. 276 d ἱματίῳ τοὺς ἐλευθέρους, ὅπλα καὶ χρήματα καὶ ἀνδράποδα καὶ τὴν πόλιν καταλιπόντας. αἱ δὲ γυναῖκες οἰόμεναι τῶν μὲν ἀνδρῶν φωράσειν ἕκαστον ἐξιόντα τοὺς πολεμίους, αὐτῶν δʼ οὐκ ἂν ἅψασθαι, ξίφη λαβοῦσαι καὶ ἀποκρύψασαι συνεξέπιπτον τοῖς ἀνδράσιν. ἐξελθόντων δὲ πάντων ὁ Ἀννίβας φρουρὰν Μασαισυλίων ἐπιστήσας ἐν τῷ προαστείῳ συνεῖχεν αὐτούς, οἱ δʼ ἄλλοι τὴν πόλιν ἀτάκτως ἐμπεσόντες διήρπαζον. πολλῶν δʼ ἀγομένων, οἱ Μασαισύλιοι καρτερεῖν οὐκ ἐδύναντο ἐδύναντο *: ἠδύναντο βλέποντες οὐδὲ τῇ φυλακῇ τὸν νοῦν προσεῖχον, ἀλλʼ ἠγανάκτουν καὶ ἀπεχώρουν ὡς μεθέξοντες τῆς ὠφελείας. ἐν τούτῳ δʼ αἱ γυναῖκες ἐμβοήσασαι τοῖς ἀνδράσι τὰ ξίφη παρέδοσαν, ἔνιαι δὲ καὶ διʼ ἑαυτῶν ἐπετίθεντο τοῖς φρουροῦσι· μία δὲ καὶ λόγχην ἐξαρπάσασα Βάνωνος τοῦ ἑρμηνέως αὐτὸν ἐκεῖνον ἔπαισεν· ἔτυχε δὲ τεθωρακισμένος τῶν δʼ ἄλλων τοὺς μὲν καταβαλόντες, τοὺς δὲ τρεψάμενοι, διεξέπεσον ἀθρόοι μετὰ τῶν γυναικῶν. πυθόμενος δʼ ὁ Ἀννίβας καὶ διώξας τοὺς μὲν καταλειφθέντας ἀνεῖλεν· ἀνεῖλεν Herwerdenus: εἴλεν οἱ δὲ τῶν ὀρῶν ἐπιλαβόμενοι παραχρῆμα μὲν διέφυγον, ὕστερον δὲ πέμψαντες ἱκετηρίαν εἰς τὴν πόλιν ὑπʼ αὐτοῦ κατήχθησαν, ἀδείας καὶ φιλανθρωπίας τυχόντες. Μιλήσιαι τὰς Μιλησίων ποτὲ παρθένους δεινὸν πάθος καὶ ἀλλόκοτον κατέσχεν, ἐκ δή τινος αἰτίας ἀδήλου· μάλιστα δʼ εἰκάζετο κρᾶσιν ἐκστατικὴν καὶ φαρμακώδη λαβὼν ὁ ἀὴρ τροπὴν αὐταῖς καὶ παραφορὰν τῆς διανοίας ἐνεργάσασθαι. πάσαις μὲν γὰρ ἐξαίφνης ἐπιθυμία θανάτου καὶ πρὸς ἀγχόνην ὁρμὴ περιμανὴς ἐνέπιπτε, πολλαὶ δʼ ἀπήγχοντο λανθάνουσαι· λόγοι δὲ καὶ δάκρυα γονέων καὶ παρηγορίαι φίλων οὐδὲν ἐπέραινον, ἀλλὰ περιῆσαν ἐπινοίας καὶ πανουργίας ἁπάσης τῶν φυλαττόντων, ἑαυτὰς διαχρώμεναι. καὶ τὸ κακὸν ἐδόκει δαιμόνιον εἶναι καὶ κρεῖττον ἀνθρωπίνης βοηθείας, ἄχρι οὗ γνώμῃ νοῦν ἔχοντος ἀνδρὸς ἐγράφη προβούλευμα, τὰς ἀπαγχομένας γυμνὰς ἐκκομίζεσθαι διὰ τῆς ἀγορᾶς· καὶ τοῦτο κυρωθὲν οὐ μόνον ἐπέσχεν, ἀλλὰ καὶ παντελῶς ἔπαυσε θανατώσας τὰς παρθένους. μέγα δὴ τεκμήριον εὐφυΐας καὶ ἀρετῆς ἡ τῆς ἀδοξίας εὐλάβεια καὶ τὸ πρὸς τὰ δεινότατα τῶν ὄντων, θάνατον καὶ πόνον, ἀδεῶς ἐχούσας αἰσχροῦ φαντασίαν μὴ ὑπομεῖναι μηδʼ ἐνεγκεῖν αἰσχύνην μετὰ θάνατον ἐσομένην. Κεῖαι κειαι. Κείων Cobetus: κίαι. κίων. ταῖς Κείων παρθένοις ἔθος ἦν εἰς ἱερὰ δημόσια συμπορεύεσθαι καὶ διημερεύειν μετʼ ἀλλήλων, οἱ δὲ μνηστῆρες ἐθεῶντο παιζούσας καὶ χορευούσας· ἑσπέρας δὲ πρὸς ἑκάστην ἀνὰ μέρος βαδίζουσαι βαδίζοντες X διηκονοῦντο τοῖς ἀλλήλων ἀλλήλων ] αὐτῶν X γονεῦσι καὶ ἀδελφοῖς ἄχρι τοῦ καὶ τοὺς πόδας ἀπονίζειν. ἤρων πολλάκις μιᾶς πλείονες οὕτω κόσμιον ἔρωτα καὶ νόμιμον, ὥστε τῆς κόρης ἐγγυηθείσης ἑνὶ τοὺς ἄλλους εὐθὺς πεπαῦσθαι. κεφάλαιον δὲ τῆς εὐταξίας τῶν γυναικῶν, τὸ μήτε μοιχείαν μήτε φθορὰν ἀνέγγυον ἐτῶν ἑπτακοσίων μνημονεύεσθαι παρʼ αὐτοῖς γενομένην.