<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc4" type="edition" xml:lang="grc"><div n="0" subtype="section" type="textpart"><p rend="indent"><milestone n="242e" unit="stephpage" xml:id="stephpage-242e"/>περὶ ἀρετῆς, ὦ Κλέα, γυναικῶν οὐ τὴν
αὐτὴν τῷ Θουκυδίδῃ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Θουκυδίδῃ</foreign> 2, 45</note> γνώμην ἔχομεν. ὁ μὲν γάρ, ἧς ἂν ἐλάχιστος ᾖ
παρὰ τοῖς ἐκτὸς ψόγου πέρι ἢ ἐπαίνου λόγος, ἀρίστην ἀποφαίνεται, καθάπερ τὸ σῶμα καὶ <milestone n="5" unit="tlnum"/> τοὔνομα τῆς ἀγαθῆς γυναικὸς οἰόμενος δεῖν κατάκλειστον εἶναι καὶ ἀνέξοδον. ἡμῖν
δὲ κομψότερος <milestone n="242f" unit="stephpage" xml:id="stephpage-242f"/> μὲν ὁ Γοργίας φαίνεται,
κελεύων μὴ τὸ εἶδος ἀλλὰ τὴν δόξαν εἶναι πολλοῖς γνώριμον τῆς γυναικός· ἄριστα δʼ ὁ Ῥωμαίων δοκεῖ
νόμος ἔχειν, ὥσπερ ἀνδράσι <milestone n="10" unit="tlnum"/> καὶ γυναιξὶ δημοσίᾳ μετὰ τὴν τελευτὴν
τοὺς προσήκοντας ἀποδιδοὺς ἐπαίνους. διὸ καὶ Λεοντίδος τῆς ἀρίστης ἀποθανούσης εὐθύς τε μετὰ σοῦ
τότε πολὺν λόγον εἴχομεν οὐκ ἀμοιροῦντα παραμυθίας φιλοσόφου, καὶ νῦν, ὡς ἐβουλήθης, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐβουλήθης</foreign> *: <foreign xml:lang="grc">ἠβουλήθης</foreign>
</note> τὰ ὑπόλοιπα τῶν <milestone n="15" unit="tlnum"/> λεγομένων εἰς τὸ μίαν εἶναι καὶ τὴν αὐτὴν
ἀνδρὸς <milestone n="243a" unit="stephpage" xml:id="stephpage-243a"/> καὶ γυναικὸς ἀρετὴν
προσανέγραψά σοι, τὸ ἱστορικὸν ἀποδεικτικὸν ἔχοντα καὶ πρὸς ἡδονὴν μὲν ἀκοῆς οὐ συντεταγμένον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συντεταγμένα</foreign> Basileensis: <foreign xml:lang="grc">συντεταγμένην</foreign>
</note> εἰ δὲ τῷ πείθοντι καὶ τὸ τέρπον ἔνεστι φύσει τοῦ παραδείγματος, οὐ φεύγει χάριν <milestone n="20" unit="tlnum"/> ἀποδείξεως συνεργὸν ὁ λόγος οὐδʼ αἰσχύνεται <q>ταῖς Μούσαις τὰς Χάριτας
συγκαταμιγνὺς καλλίστην <pb xml:id="v.2.p.199"/> συζυγίαν</q> ὡς Εὐριπίδης <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εὐριπίδης</foreign>] Herc. fur. 673</note> φησίν, ἐκ τοῦ φιλοκάλου μάλιστα
τῆς ψυχῆς ἀναδούμενος τὴν πίστιν.</p><p rend="indent">φέρε γάρ, εἰ λέγοντες τὴν αὐτὴν εἶναι ζωγραφίαν ἀνδρῶν καὶ γυναικῶν παρειχόμεθα τοιαύτας γραφὰς
γυναικῶν, <milestone n="5" unit="tlnum"/>
<milestone n="243b" unit="stephpage" xml:id="stephpage-243b"/> οἵας Ἀπελλῆς ἀπολέλοιπεν ἢ Ζεῦξις ἢ
Νικόμαχος, ἆρʼ ἄν τις ἐπετίμησεν ἡμῖν, ὡς τοῦ χαρίζεσθαι καὶ ψυχαγωγεῖν μᾶλλον ἢ τοῦ πείθειν
στοχαζομένοις; ἐγὼ μὲν οὐκ οἶμαι. τί δέ; ἐὰν ποιητικὴν πάλιν ἢ μαντικὴν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μαντικὴν</foreign> Cobetus: <foreign xml:lang="grc">μιμητικὴν</foreign>
</note> ἀποφαίνοντες οὐχ ἑτέραν μὲν ἀνδρῶν <milestone n="10" unit="tlnum"/> ἑτέραν δὲ γυναικῶν
οὖσαν, ἀλλὰ τὴν αὐτήν, τὰ Σαπφοῦς μέλη τοῖς Ἀνακρέοντος ἢ τὰ Σιβύλλης λόγια τοῖς Βάκιδος
ἀντιπαραβάλλωμεν, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀντιπαραβάλλωμεν</foreign> Dinsius: <foreign xml:lang="grc">ἀντιπαραβάλλοιμεν</foreign>
</note> ἕξει τις αἰτιάσασθαι δικαίως τὴν ἀπόδειξιν, ὅτι χαίροντα καὶ τερπόμενον ἐπάγει τῇ πίστει τὸν
ἀκροατήν; οὐδὲ τοῦτʼ ἂν εἴποις. <milestone n="15" unit="tlnum"/> καὶ μὴν οὐκ ἔστιν ἀρετῆς γυναικείας
καὶ ἀνδρείας <milestone n="243c" unit="stephpage" xml:id="stephpage-243c"/> ὁμοιότητα καὶ διαφορὰν
ἄλλοθεν καταμαθεῖν μᾶλλον, ἢ βίους βίοις καὶ πράξεσι πράξεις ὥσπερ ἔργα μεγάλης τέχνης παρατιθέντας ἅμα καὶ σκοποῦντας, εἰ τὸν αὐτὸν ἔχει χαρακτῆρα καὶ τύπον ἡ Σεμιράμεως <milestone n="20" unit="tlnum"/> μεγαλοπραγμοσύνη τῇ Σεσώστριος ἢ ἡ Τανακυλλίδος σύνεσις τῇ Σερουίου τοῦ
βασιλέως, ἢ τὸ Πορκίας φρόνημα τῷ Βρούτου καὶ τὸ Πελοπίδου τῷ Τιμοκλείας, κατὰ τὴν κυριωτάτην
κοινότητα <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κοινότητα</foreign> M: <foreign xml:lang="grc">καινότητα</foreign>
</note> καὶ δύναμιν· ἐπειδὴ διαφορὰς γέ τινας ἑτέρας, ὥσπερ χρόας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χρόας</foreign> *: <foreign xml:lang="grc">κροιὰς</foreign>
</note> ἰδίας, <milestone n="25" unit="tlnum"/> αἱ ἀρεταὶ διὰ τὰς φύσεις λαμβάνουσι καὶ
συνεξομοιοῦνται τοῖς ὑποκειμένοις ἔθεσι καὶ κράσεσι σωμάτων <pb xml:id="v.2.p.200"/> καὶ τροφαῖς καὶ
διαίταις· ἄλλως γὰρ ἀνδρεῖος ὁ <milestone n="243d" unit="stephpage" xml:id="stephpage-243d"/>Ἀχιλλεὺς ἄλλως ὁ Αἴας· καὶ φρόνησις Ὀδυσσέως οὐχ ὁμοία τῇ Νέστορος οὐδὲ δίκαιος ὡσαύτως Κάτων καὶ
Ἀγησίλαος, οὐδʼ Εἰρήνη φίλανδρος ὡς <milestone n="5" unit="tlnum"/>Ἄλκηστις οὐδὲ Κορνηλία μεγαλόφρων
ὡς Ὀλυμπιάς. ἀλλὰ μὴ παρὰ τοῦτο πολλὰς καὶ διαφόρους ποιῶμεν ἀνδρείας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνδρείας</foreign> *: <foreign xml:lang="grc">ἀνδρίας</foreign>
</note> καὶ φρονήσεις καὶ δικαιοσύνας, ἂν μόνον τοῦ λόγου τοῦ οἰκείου μηδεμίαν αἱ καθʼ ἕκαστον
ἀνομοιότητες ἐκβιβάζωσι. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκβιβάζωσι</foreign> W: <foreign xml:lang="grc">ἐκβιάζωσι</foreign>
</note> τὰ μὲν οὖν ἄγαν περιβόητα <milestone n="10" unit="tlnum"/> καὶ ὅσων οἶμαί σε βιβλίοις <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βιβλίοις</foreign> W: <foreign xml:lang="grc">βεβαίους βιβλίοις</foreign>
</note> ἐντυχοῦσαν ἱστορίαν ἔχειν καὶ γνῶσιν ἤδη παρήσω· πλὴν εἰ μή τινα τοὺς τὰ κοινὰ καὶ
δεδημευμένα πρὸ ἡμῶν ἱστορήσαντας ἀκοῆς ἄξια διαπέφευγεν. ἐπεὶ δὲ πολλὰ καὶ κοινῇ καὶ ἰδίᾳ γυναιξὶν
ἄξια λόγου πέπρακται, βραχέα <milestone n="15" unit="tlnum"/>
<milestone n="243e" unit="stephpage" xml:id="stephpage-243e"/> τῶν κοινῶν οὐ χεῖρόν ἐστι
προϊστορῆσαι. </p></div></div></body></text></TEI>