<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc3" type="edition" xml:lang="grc"><div n="4" subtype="section" type="textpart"><head>Ἀργεῖαι</head><p rend="indent">οὐδενὸς δʼ ἧττον ἔνδοξόν ἐστι τῶν κοινῇ διαπεπραγμένων γυναιξὶν ἔργων ὁ πρὸς Κλεομένη περὶ Ἄργους
ἀγών, ὃν ἠγωνίσαντο, Τελεσίλλης τῆς ποιητρίας προτρεψαμένης. ταύτην δέ φασιν οἰκίας οὖσαν ἐνδόξου τῷ
δὲ σώματι νοσηματικὴν εἰς θεοῦ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">θεοῦ</foreign> Meziriacus: <foreign xml:lang="grc">θεοὺς</foreign>.</note>
<milestone n="245d" unit="stephpage" xml:id="stephpage-245d"/> πέμψαι περὶ ὑγιείας· καὶ χρησθὲν αὐτῇ
Μούσας θεραπεύειν, πειθομένην τῷ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">τῷ</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">τῇ</foreign>.</note> θεῷ καὶ
ἐπιθεμένην ἐν ᾠδῇ καὶ ἁρμονίᾳ τοῦ τε πάθους ἀπαλλαγῆναι ταχὺ καὶ θαυμάζεσθαι διὰ ποιητικὴν ὑπὸ τῶν
γυναικῶν. </p><p rend="indent">ἐπεὶ δὲ Κλεομένης ὁ βασιλεὺς τῶν Σπαρτιατῶν πολλοὺς ἀποκτείνας οὐ μήν, ὡς ἔνιοι μυθολογοῦσιν,
ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑπτακοσίους πρὸς ἑπτακισχιλίοις ἐβάδιζε πρὸς τὴν πόλιν, ὁρμὴ καὶ τόλμα
δαιμόνιος παρέστη ταῖς ἀκμαζούσαις τῶν γυναικῶν ἀμύνεσθαι τοὺς πολεμίους ὑπὲρ τῆς πατρίδος.
ἡγουμένης δὲ τῆς Τελεσίλλης, ὅπλα λαμβάνουσι καὶ παρʼ ἔπαλξιν ἱστάμεναι κύκλῳ τὰ <milestone n="245e" unit="stephpage" xml:id="stephpage-245e"/> τείχη περιέστεψαν, ὥστε θαυμάζειν τοὺς πολεμίους. <pb xml:id="v.3.p.490"/> τὸν μὲν οὖν Κλεομένη πολλῶν πεσόντων ἀπεκρούσαντο· τὸν δʼ ἕτερον βασιλέα
Δημάρατον, ὡς Σωκράτης φησίν, ἐντὸς γενόμενον καὶ κατασχόντα τὸ Παμφυλιακὸν ἐξέωσαν, οὕτω δὲ τῆς
πόλεως περιγενομένης, τὰς μὲν πεσούσας ἐν τῇ μάχῃ τῶν γυναικῶν ἐπὶ τῆς ὁδοῦ τῆς Ἀργείας ἔθαψαν, ταῖς
δὲ σωθείσαις ὑπόμνημα τῆς ἀριστείας ἔδοσαν ἱδρύσασθαι τὸν Ἐνυάλιον. τὴν δὲ μάχην οἱ μὲν ἑβδόμῃ
λέγουσιν ἱσταμένου μηνός, οἱ δὲ νουμηνίᾳ γενέσθαι τοῦ νῦν μὲν τετάρτου, πάλαι δὲ Ἑρμαίου παρʼ
Ἀργείοις, καθʼ ἣν μέχρι νῦν τὰ Ὑβριστικὰ τελοῦσι, γυναῖκας μὲν ἀνδρείοις χιτῶσι καὶ <milestone n="245f" unit="stephpage" xml:id="stephpage-245f"/> χλαμύσιν, ἄνδρας δὲ πέπλοις γυναικῶν καὶ
καλύπτραις ἀμφιεννύντες. </p><p rend="indent">ἐπανορθούμενοι δὲ τὴν ὀλιγανδρίαν, οὐχ ὡς Ἡρόδοτος ἱστορεῖ τοῖς δούλοις, ἀλλὰ τῶν περιοίκων
ποιησάμενοι πολίτας τοὺς ἀρίστους, συνῴκισαν τὰς γυναῖκας· ἐδόκουν δὲ καὶ τούτους ἀτιμάζειν καὶ
περιορᾶν ἐν τῷ συγκαθεύδειν ὡς χείρονας. ὅθεν ἔθεντο νόμον τὸν κελεύοντα πώγωνα δεῖν ἐχούσας<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἐχούσας</foreign>] <foreign xml:lang="grc">ἔχουσι</foreign> E. Kurtz misses
the irony!</note> συναναπαύεσθαι τοῖς ἀνδράσι τὰς γεγαμημένας.</p></div><div n="5" subtype="section" type="textpart"><head>Περσίδες</head><p rend="indent"><milestone n="246a" unit="stephpage" xml:id="stephpage-246a"/>Πέρσας Ἀστυάγου βασιλέως καὶ Μήδων
ἀποστήσας Κῦρος ἡττήθη μάχῃ φεύγουσι δὲ τοῖς Πέρσαις εἰς τὴν πόλιν, ὀλίγον ἀπεχόντων συνεισπεσεῖν
τῶν πολεμίων, ἀπήντησαν αἱ γυναῖκες πρὸ τῆς <pb xml:id="v.3.p.492"/> πόλεως καὶ τοὺς πέπλους ἐκ τῶν
κάτω μερῶν ἐπάρασαι, <q>ποῖ φέρεσθε,</q> εἶπον, <q>ὦ κάκιστοι
πάντων ἀνθρώπων; οὐ γὰρ ἐνταῦθά γε δύνασθε καταδῦναι φεύγοντες, ὅθεν ἐξεγένεσθε,</q> ταύτην τὴν ὄψιν
ἅμα καὶ τὴν φωνὴν αἰδεσθέντες οἱ Πέρσαι καὶ κακίσαντες ἑαυτοὺς ἀνέστρεψάν τε καὶ συμβαλόντες ἐξ
ἀρχῆς ἐτρέψαντο τοὺς πολεμίους. <milestone n="246b" unit="stephpage" xml:id="stephpage-246b"/> ἐκ
τούτου κατέστη νόμος, εἰσελάσαντος βασιλέως εἰς τὴν πόλιν ἑκάστην γυναῖκα χρυσοῦν λαμβάνειν, Κύρου
νομοθετήσαντος. Ὦχον δέ φασι, τὰ τʼ ἄλλα μοχθηρὸν καὶ φιλοκερδέστατον βασιλέων ὄντα, περικάμψαι τὴν
πόλιν ἀεὶ καὶ μὴ παρελθεῖν ἀλλʼ ἀποστερῆσαι τῆς δωρεᾶς τὰς γυναῖκας. Ἀλέξανδρος δὲ καὶ δὶς εἰσῆλθε
καὶ ταῖς κυούσαις διπλοῦν ἔδωκε.</p></div><div n="6" subtype="section" type="textpart"><head>Κελταί</head><p rend="indent">Κελτοῖς, πρὶν ὑπερβαλεῖν Ἄλπεις καὶ κατοικῆσαι τῆς Ἰταλίας ἣν νῦν νέμονται χώραν, στάσις
<milestone n="246c" unit="stephpage" xml:id="stephpage-246c"/> ἐμπεσοῦσα δεινὴ καὶ δυσκατάπαυστος
εἰς πόλεμον ἐμφύλιον προῆλθεν. αἱ δὲ γυναῖκες ἐν μέσῳ τῶν ὅπλων γενόμεναι καὶ παραλαβοῦσαι τὰ νείκη
διῄτησαν οὕτως ἀμέμπτως καὶ διέκριναν, ὥστε φιλίαν πᾶσι θαυμαστὴν καὶ κατὰ πόλεις καὶ κατʼ οἴκους
γενέσθαι πρὸς πάντας. ἐκ τούτου διετέλουν περὶ τε πολέμου καὶ εἰρήνης βουλευόμενοι μετὰ τῶν γυναικῶν
καὶ τὰ πρὸς τοὺς συμμάχους ἀμφίβολα διʼ ἐκείνων βραβεύοντες. ἐν γοῦν ταῖς πρὸς Ἀννίβαν συνθήκαις
ἐγράψαντο, Κελτῶν μὲν <pb xml:id="v.3.p.494"/> ἐγκαλούντων Καρχηδονίοις, τοὺς ἐν Ἰβηρίᾳ Καρχηδονίων
ἐπάρχους<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἐπάρχους</foreign>] <foreign xml:lang="grc">ἱππάρχους</foreign> Polyaenus,
<title rend="italic">Strategemata</title>, vii. 50.</note> καὶ στρατηγοὺς εἶναι δικαστάς· ἂν δὲ
Καρχηδόνιοι Κελτοῖς ἐγκαλῶσι, τὰς Κελτῶν <milestone n="246d" unit="stephpage" xml:id="stephpage-246d"/> γυναῖκας.</p></div></div></body></text></TEI>