<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc3" type="edition" xml:lang="grc"><div n="25" subtype="section" type="textpart"><head>Ερυξώ</head><p rend="indent">Βάττου τοῦ ἐπικληθέντος Εὐδαίμονος υἱὸς Ἀρκεσίλαος <milestone n="260e" unit="stephpage" xml:id="stephpage-260e"/> · ἦν οὐδὲν ὅμοιος τῷ πατρὶ τοὺς τρόπους ʼ καὶ γὰρ ζῶντος ἔτι περὶ τὴν
οἰκίαν περιθεὶς ἐπάλξεις ὑπὸ τοῦ πατρὸς ἐζημιώθη ταλάντῳ· καὶ τελευτήσαντος ἐκείνου, τοῦτο μὲν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">μὲν</foreign> van Herwerden: <foreign xml:lang="grc">μὲν
οὗν</foreign>.</note> φύσει χαλεπὸς ὤν ὅπερ καὶ ἐπεκλήθη, τοῦτο δὲ φίλῳ πονηρῷ, Λαάρχῳ, χρώμενος
ἀντὶ βασιλέως ἐγεγόνει τύραννος. ὁ δὲ Λάαρχος<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Λάαρχος</foreign>] <foreign xml:lang="grc">Ἁλίαρχος</foreign> (or <foreign xml:lang="grc">Λέαρχος</foreign>?) Herodotus, iv. 160, but <foreign xml:lang="grc">Λάαρχος</foreign>
occurs in inscriptions.</note> ἐπιβουλεύων τῇ τυραννίδι καὶ τοὺς ἀρίστους τῶν Κυρηναίων ἐξελαύνων ἢ
φονεύων, ἐπὶ τὸν Ἀρκεσίλαον τὰς αἰτίας ἔτρεπε· <milestone n="260f" unit="stephpage" xml:id="stephpage-260f"/> καὶ τέλος ἐκεῖνον μὲν εἰς νόσον ἐμβαλὼν φθινάδα καὶ χαλεπήν, λαγὼν πιόντα
θαλάσσιον, διέφθειρεν, <pb xml:id="v.3.p.568"/> αὐτὸς δὲ τὴν ἀρχὴν ἔσχεν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἔσχεν</foreign> F.C.B.: <foreign xml:lang="grc">εἶχεν</foreign>.</note> ὡς
τῷ παιδὶ τῷ ἐκείνου Βάττῳ διαφυλάττων. ὁ μὲν οὖν παῖς καὶ διὰ τὴν χωλότητα καὶ διὰ τὴν ἡλικίαν
κατεφρονεῖτο, τῇ δὲ μητρὶ πολλοὶ προσεῖχον αὐτοῦ· σώφρων τε γὰρ ἦν καὶ φιλάνθρωπος οἰκείους τε
πολλοὺς καὶ δυνατοὺς εἶχε. διὸ καὶ θεραπεύων αὐτὴν ὁ Λάαρχος ἐμνηστεύετο, καὶ τὸν Βάττον ἠξίου παῖδα
θέσθαι γήμας ἐκείνην, καὶ κοινωνὸν ἀποδεῖξαι<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἀποδεῖξαι</foreign> Bernardakis: <foreign xml:lang="grc">ἀποδείξας</foreign>.</note> τῆς ἀρχῆς· ἡ δʼ Ἐρυξὼ τοῦτο γὰρ ἦν ὄνομα τῇ γυναικὶ βουλευσαμένη μετὰ
τῶν ἀδελφῶν, <milestone n="261a" unit="stephpage" xml:id="stephpage-261a"/> ἐκέλευε τὸν Λάαρχον
ἐντυγχάνειν ἐκείνοις, ὡς αὐτῆς προσιεμένης τὸν γάμον. ἐπεὶ δʼ ὁ Λάαρχος ἐνετύγχανε τοῖς ἀδελφοῖς,
ἐκεῖνοι δʼ ἐπίτηδες παρῆγον καὶ ἀνεβάλλοντο, πέμπει πρὸς αὐτὸν ἡ Ἐρυξὼ θεραπαινίδα παρʼ αὑτῆς
παραγγέλλουσαν, ὅτι νῦν μὲν ἀντιλέγουσιν οἱ ἀδελφοί, γενομένης δὲ τῆς συνόδου παύσονται διαφερόμενοι
καὶ συγχωρήσουσι· δεῖν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">δεῖν</foreign> Benseler: <foreign xml:lang="grc">δεῖ</foreign> (or else
<foreign xml:lang="grc">ἕξειν</foreign> below should be changed to <foreign xml:lang="grc">ἕξει</foreign>).</note> οὖν αὐτόν, εἰ βούλεται, νύκτωρ ἀφικέσθαι πρὸς αὐτήν· καλῶς γὰρ ἕξειν καὶ τὰ
λοιπὰ τῆς ἀρχῆς γενομένης. </p><p rend="indent">ἦν οὖν ταῦτα καθʼ ἡδονὴν τῷ Λαάρχῳ, καὶ παντάπασιν ἀναπτοηθεὶς<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἀναπτοηθείς</foreign>] <foreign xml:lang="grc">ἀναπτερωθεὶς</foreign>
Cobet.</note> πρὸς τὴν φιλοφροσύνην <milestone n="261b" unit="stephpage" xml:id="stephpage-261b"/>
τῆς γυναικὸς ὡμολόγησεν ἥξειν, ὅταν ἐκείνη κελεύῃ. ταῦτα δʼ ἔπραττεν ἡ Ἐρυξὼ μετὰ Πολυάρχου τοῦ
πρεσβυτάτου τῶν ἀδελφῶν. ὁρισθέντος δὲ καιροῦ πρὸς τὴν σύνοδον, ὁ Πολύαρχος εἰς τὸ δωμάτιον τῆς
ἀδελφῆς παρεισήχθη κρύφα, νεανίσκους ἔχων δύο σὺν αὑτῷ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">αὑτῳ</foreign> Bernardakis: <foreign xml:lang="grc">αὐτῷ</foreign>.</note>
ξιφήρεις, φόνῳ <pb xml:id="v.3.p.570"/> πατρὸς ἐπεξιόντας, ὃν ὁ Λάαρχος ἐτύγχανεν ἀπεκτονὼς νεωστί. </p><p rend="indent">μεταπεμψαμένης δὲ τῆς Ἐρυξοῦς αὐτὸν, ἄνευ δορυφόρων εἰσῆλθε, καὶ τῶν νεανίσκων αὐτῷ προσπεσόντων
τυπτόμενος τοῖς ξίφεσιν ἀπέθανε. τὸν μὲν οὖν νεκρὸν ἔρριψαν ὑπὲρ τὸ τεῖχος, τὸν δὲ Βάττον
προαγαγόντες<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">προαγαγόντες</foreign> van Herwerden: <foreign xml:lang="grc">προσαγαγόντες</foreign>.</note> ἀνέδειξαν ἐπὶ τοῖς πατρίοις βασιλέα, καὶ τὴν ἀπʼ ἀρχῆς πολιτείαν ὁ
Πολύαρχος ἀπέδωκε τοῖς Κυρηναίοις. </p><p rend="indent"><milestone n="261c" unit="stephpage" xml:id="stephpage-261c"/> ἐτύγχανον δʼ Ἀμάσιδος τοῦ Αἰγυπτίων
βασιλέως στρατιῶται συχνοὶ παρόντες, οἷς ὁ Λάαρχος ἐχρῆτο πιστοῖς, καὶ φοβερὸς ἦν οὐχ ἥκιστα διʼ
ἐκείνων τοῖς πολίταις. οὗτοι πρὸς Ἄμασιν ἔπεμψαν τοὺς κατηγορήσοντας τοῦ τε Πολυάρχου καὶ τῆς
Ἐρυξοῦς. χαλεπαίνοντος δʼ ἐκείνου καὶ διανοουμένου πολεμεῖν τοῖς Κυρηναίοις, συνέβη τὴν μητέρα
τελευτῆσαι, καὶ ταφὰς αὐτῆς ἐπιτελοῦντος, ἀναγγέλλοντας ἐλθεῖν παρὰ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">παρὰ</foreign>] Hartman would omit.</note> τοῦ Ἀμάσιδος, ἔδοξεν <milestone n="261d" unit="stephpage" xml:id="stephpage-261d"/> οὖν τῷ Πολυάρχῳ βαδίζειν ἀπολογησομένῳ· τῆς δʼ
Ἐρυξοῦς μὴ ἀπολειπομένης, ἀλλʼ ἕπεσθαι καὶ συγκινδυνεύειν βουλομένης, οὐδʼ ἡ μήτηρ Κριτόλα, καίπερ
οὖσα πρεσβῦτις, ἀπελείπετο. μέγιστον δʼ αὐτῆς ἦν ἀξίωμα, Βάττου γεγενημένης ἀδελφῆς τοῦ Εὐδαίμονος.
ὡς οὖν ἦλθον εἰς Αἴγυπτον, οἵ τʼ ἄλλοι θαυμαστῶς ἀπεδέξαντο τὴν πρᾶξιν αὐτῶν, καὶ ὁ Ἄμασις οὐ
μετρίως ἀπεδέξατο τήν τε σωφροσύνην καὶ τὴν ἀνδρείαν τῆς γυναικός· δώροις δὲ τιμήσας καὶ θεραπείᾳ
βασιλικῇ τόν τε Πολύαρχον καὶ τὰς γυναῖκας εἰς Κυρήνην ἀπέστειλεν. <pb xml:id="v.3.p.572"/>
</p></div><div n="26" subtype="section" type="textpart"><head>Ξενοκπίτη</head><p rend="indent"><milestone n="261e" unit="stephpage" xml:id="stephpage-261e"/>οὐχ ἧττον δʼ ἄν τις ἀγάσαιτο τὴν
Κυμαίαν Ξενοκρίτην ἐπὶ τοῖς πραχθεῖσι περὶ Ἀριστόδημον τὸν τύραννον, ᾧ τινες Μαλακὸν ἐπίκλησιν
οἴονται γεγονέναι, τὸ ἀληθὲς<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">τὸ ἀληθὲς</foreign>] Bernardakis, in sudden access of virtue, would write
<foreign xml:lang="grc">τἀληθὲς</foreign>; but <foreign xml:lang="lat">cf.</foreign> 229 a in his
text.</note> ἀγνοοῦντες. ἐπεκλήθη γὰρ ὑπὸ τῶν βαρβάρων Μαλακός, ὅπερ ἐστὶν ἀντίπαις, ὅτι μειράκιον
ὢν παντάπασι μετὰ τῶν ἡλίκων ἔτι κομώντων οὓς κορωνιστὰς ὡς ἔοικεν ἀπὸ τῆς κόμης ὠνόμαζον ἐν τοῖς
πρὸς τοὺς βαρβάρους πολέμοις ἐπιφανὴς ἦν καὶ λαμπρὸς οὐ τόλμῃ μόνον οὐδὲ χειρὸς ἔργοις, ἀλλὰ καὶ
συνέσει καὶ προνοίᾳ φανεὶς περιττός. ὅθεν εἰς τὰς μεγίστας προῆλθεν ἀρχὰς θαυμαζόμενος ὑπὸ τῶν
πολιτῶν, καὶ Ῥωμαίοις<milestone n="261f" unit="stephpage" xml:id="stephpage-261f"/> ἐπικουρίαν ἄγων
ἐπέμφθη πολεμουμένοις ὑπὸ τῶν Τυρρηνῶν Ταρκύνιον Σούπερβον ἐπὶ τὴν βασιλείαν καταγόντων. ἐν ταύτῃ δὲ
τῇ στρατείᾳ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">στρατείᾳ</foreign> Bernardakis: <foreign xml:lang="grc">στρατιᾷ</foreign>.</note> μακρᾷ γενομένῃ πάντῃ πρὸς χάριν ἐνδιδοὺς τοῖς στρατευομένοις τῶν πολιτῶν
καὶ δημαγωγῶν μᾶλλον ἢ στρατηγῶν ἔπεισεν αὐτοὺς συνεπιθέσθαι τῇ βουλῇ καὶ συνεκβαλεῖν τοὺς ἀρίστους
καὶ δυνατωτάτους. ἐκ δὲ τούτου γενόμενος τύραννος ἦν μὲν ἐν ταῖς περὶ γυναῖκας καὶ παῖδας ἐλευθέρους
ἀδικίαις αὐτὸς ἑαυτοῦ μοχθηρότερος.<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">μοχθηρότερος</foreign> van Herwerden: <foreign xml:lang="grc">μοχθηρότατος</foreign>.</note> ἱστόρηται γὰρ ὅτι τοὺς μὲν ἄρρενας παῖδας ἤσκει κομᾶν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">κομᾶν</foreign> Meziriacus: <foreign xml:lang="grc">κόμαις</foreign>.</note>
καὶ <pb xml:id="v.3.p.574"/> χρυσοφορεῖν, τὰς δὲ θηλείας ἠνάγκαζε περιτρόχαλα κείρεσθαι καὶ φορεῖν
ἐφηβικὰς χλαμύδας καὶ τῶν <milestone n="262a" unit="stephpage" xml:id="stephpage-262a"/> ἀνακώλων
χιτωνίσκων. οὐ μὴν ἀλλʼ ἐξαιρέτως ἐρασθεὶς τῆς Ξενοκρίτης εἶχεν αὐτὴν φυγάδος οὖσαν πατρός, οὐ
καταγαγὼν οὐδὲ πείσας ἐκεῖνον, ἀλλʼ ὁπωσοῦν ἡγούμενος ἀγαπᾶν συνοῦσαν αὐτῷ τὴν κόρην, ἅτε δὴ
ζηλουμένην καὶ μακαριζομένην ὑπὸ τῶν πολιτῶν. τὴν δὲ ταῦτα μὲν οὐκ ἐξέπληττεν ἀχθομένη δʼ ἐπὶ τῷ
συνοικεῖν ἀνέκδοτος καὶ ἀνέγγυος οὐδὲν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">οὐδὲν</foreign>] <foreign xml:lang="grc">οὐδενὸς</foreign> E. Kurtz.</note>
ἧττον ἐπόθει τῶν μισουμένων ὑπὸ τοῦ τυράννου τὴν τῆς πατρίδος ἐλευθερίαν. </p><p rend="indent">ἔτυχε δὲ κατʼ ἐκεῖνο καιροῦ τάφρον ἄγων <milestone n="262b" unit="stephpage" xml:id="stephpage-262b"/> ʼκύκλῳ περὶ τὴν χώραν ὁ Ἀριστόδημος, οὔτʼ ἀναγκαῖον ἔργον οὔτε χρήσιμον,
ἄλλως δὲ τρίβειν καὶ ἀποκναίειν πόνοις καὶ ἀσχολίαις τοὺς πολίτας βουλόμενος ἦν γὰρ προστεταγμένον
ἑκάστῳ μέτρων τινῶν ἀριθμὸν ἐκφέρειν τῆς γῆς. γυνὴ δέ τις<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">γυνὴ δέ τις</foreign> added by F.C.B.: Wyttenbach would write <foreign xml:lang="grc">ἐν τούτοις δὲ καὶ γυνή τις</foreign>.</note> ὡς εἶδεν ἐπιόντα<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἐπιόντα</foreign> Xylander: <foreign xml:lang="grc">ἀπιόντα</foreign>.</note> τὸν Ἀριστόδημον, ἐξέκλινε καὶ παρεκαλύψατο τῷ χιτωνίσκῳ τὸ πρόσωπον.
ἀπελθόντος οὖν τοῦ Ἀριστοδήμου, σκώπτοντες οἱ νεανίσκοι καὶ παίζοντες ἠρώτων ὅ τι δὴ μόνον ὑπʼ
αἰδοῦς φύγοι τὸν Ἀριστόδημον, πρὸς δὲ τοὺς ἄλλους οὐδὲν πάθοι τοιοῦτον· ἡ δὲ καὶ μάλα μετὰ σπουδῆς
ἀπεκρίνατο, <q>μόνος γάρ,</q> ἔφη, <q>Κυμαίων Ἀριστόδημος ἀνήρ
ἐστι.</q>
</p><p rend="indent">τοῦτο γὰρ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">γάρ</foreign>] <foreign xml:lang="grc">γοῦν</foreign> Meziriacus.</note>
λεχθὲν τὸ ῥῆμα πάντων μὲν ἥψατο, <milestone n="262c" unit="stephpage" xml:id="stephpage-262c"/> τοὺς
δὲ γενναίους καὶ παρώξυνεν αἰσχύνῃ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">αἰσχύνῃ</foreign>] <foreign xml:lang="grc">αἰσχύνη</foreign> Dinsie.</note>
τῆς ἐλευθερίας ἀντέχεσθαι. λέγεται δὲ καὶ Ξενοκρίτην ἀκούσασαν εἰπεῖν, ὡς ἐβούλετʼ ἂν καὶ αὐτὴ γῆν
<pb xml:id="v.3.p.576"/> ὑπὲρ τοῦ πατρὸς φέρειν παρόντος ἢ τρυφῆς συμμετέχειν Ἀριστοδήμῳ καὶ
δυνάμεως τοσαύτης. ἐπέρρωσεν οὖν ταῦτα τοὺς<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">τοὺς</foreign> added by Patzig.</note> συνισταμένους ἐπὶ τὸν Ἀριστόδημον, ὧν
ἡγεῖτο Θυμοτέλης· καὶ τῆς Ξενοκρίτης εἰσόδου παρεχούσης αὐτοῖς ἄδειαν καὶ τὸν Ἀριστόδημον ἄνοπλον
καὶ ἀφύλακτον, οὐ χαλεπῶς παρεισπεσόντες διαφθείρουσιν αὐτόν. οὕτω μὲν ἡ Κυμαίων πόλις ἠλευθερώθη
δυοῖν ἀρετῇ γυναικῶν, τῆς μὲν ἐπίνοιαν αὐτοῖς καὶ ὁρμὴν ἐμβαλούσης τοῦ ἔργου, τῆς δὲ πρὸς τὸ τέλος
συλλαβομένης. </p><p rend="indent">τιμῶν δὲ καὶ δωρεῶν μεγάλων τῇ Ξενοκρίτῃ <milestone n="262d" unit="stephpage" xml:id="stephpage-262d"/> προτεινομένων ἐάσασα πάσας ἓν ᾐτήσατο, θάψαι τὸ σῶμα τοῦ Ἀριστοδήμου καὶ
τοῦτʼ οὖν ἔδοσαν αὐτῇ καὶ Δήμητρος ἱέρειαν αὐτὴν εἵλοντο, οὐχ ἧττον οἰόμενοι τῇ θεῷ κεχαρισμένην ἢ
πρέπουσαν ἐκείνῃ τιμὴν ἔσεσθαι.</p></div><div n="27" subtype="section" type="textpart"><head>Πύθεω Γυνὴ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">πυθεω γυνη</foreign> added by Xylander: not in the mss.</note>
</head><p rend="indent">λέγεται δὲ καὶ τὴν Πύθεω τοῦ κατὰ Ξέρξην γυναῖκα σοφὴν γενέσθαι καὶ χρηστήν. αὐτὸς μὲν γὰρ ὁ
Πύθης ὡς ἔοικε χρυσείοις.ς ἐντυχὼν μετάλλοις καὶ ἀγαπήσας τὸν ἐξ αὐτῶν πλοῦτον οὐ μετρίως ἀλλʼ
ἀπλήστως καὶ περιττῶς, αὐτός τε περὶ ταῦτα διέτριβε καὶ τοὺς πολίτας καταβιβάζων ἅπαντας ὁμαλῶς
ὀρύττειν ἢ φορεῖν ἢ καθαίρειν ἠνάγκαζε <milestone n="262e" unit="stephpage" xml:id="stephpage-262e"/> τὸ χρυσίον, ἄλλο μηδὲν ἐργαζομένους τὸ παράπαν <pb xml:id="v.3.p.578"/> μηδὲ πράττοντας.
ἀπολλυμένων δὲ πολλῶν πάντων δʼ ἀπαγορευόντων, αἱ γυναῖκες ἱκετηρίαν ἔθεσαν ἐπὶ τὰς θύρας ἐλθοῦσαι
τῆς τοῦ Πύθεω γυναικός. ἡ δʼ ἐκείνας μὲν ἀπιέναι καὶ θαρρεῖν ἐκέλευσεν, αὐτὴ δὲ τῶν περὶ τὸ χρυσίον
τεχνιτῶν οἷς ἐπίστευε μάλιστα καλέσασα καὶ καθείρξασα, ποιεῖν ἐκέλευεν ἄρτους τε χρυσοῦς καὶ πέμματα
<milestone n="262f" unit="stephpage" xml:id="stephpage-262f"/> παντοδαπὰ καὶ ὀπώρας, καὶ ὅσοις δὴ
μάλιστα. τὸν Πύθην ἐγίγνωσκεν ἡδόμενον ὄψοις καὶ βρώμασι. ποιηθέντων δὲ πάντων, ὁ μὲν Πύθης ἧκεν ἀπὸ
τῆς ξένης· ἐτύγχανε γὰρ ἀποδημῶν· ἡ δὲ γυνὴ δεῖπνον αἰτοῦντι παρέθηκε χρυσῆν τράπεζαν οὐδὲν ἐδώδιμον
ἔχουσαν ἀλλὰ πάντα χρυσᾶ. τὸ μὲν οὖν. πρῶτον ἔχαιρε Πύθης τοῖς μιμήμασιν, ἐμπλησθεὶς δὲ τῆς ὄψεως
ᾔτει φαγεῖν ἡ δὲ χρυσοῦν ὅ τι τύχοι ποθήσας προσέφερε. δυσχεραίνοντος δʼ αὐτοῦ καὶ πεινῆν βοῶντος,
<q>ἀλλὰ σύ γε τούτων,</q> εἶπεν, <q>ἄλλου δʼ οὐδενὸς εὐπορίαν
πεποίηκας <milestone n="263a" unit="stephpage" xml:id="stephpage-263a"/> ἡμῖν· καὶ γὰρ ἐμπειρία καὶ
τέχνη πᾶσα φροῦδος, γεωργεῖ δʼ οὐδείς, ἀλλὰ τὰ σπειρόμενα α καὶ φυτευόμενα καὶ τρέφοντα τῆς γῆς
ὀπίσω καταλιπόντες ὀρύττομεν ἄχρηστα καὶ ζητοῦμεν, ἀποκναίοντες αὑτοὺς καὶ τοὺς πολίτας.</q>
</p><p rend="indent">ἐκίνησε ταῦτα τὸν Πύθην, καὶ πᾶσαν μὲν οὐ κατέλυσε τὴν περὶ τὰ μέταλλα πραγματείαν, ἀνὰ μέρος δὲ
τὸ πέμπτον ἐργάζεσθαι κελεύσας τῶν πολιτῶν, τοὺς λοιποὺς ἐπὶ γεωργίαν καὶ τὰς τέχνας ἔτρεψε. </p><p rend="indent">Ξέρξου δὲ καταβαίνοντος ἐπὶ τὴν Ἑλλάδα, λαμπρότατος ἐν ταῖς ὑποδοχαῖς καὶ ταῖς δωρεαῖς <pb xml:id="v.3.p.580"/> γενόμενος χάριν ᾐτήσατο παρὰ τοῦ βασιλέως, πλειόνων αὐτῷ παίδων ὄντων, ἕνα
παρεῖναι τῆς <milestone n="263b" unit="stephpage" xml:id="stephpage-263b"/> στρατείας καὶ καταλιπεῖν
αὐτῷ γηροβοσκεῖν.<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">γηροβοσκεῖν</foreign>] <foreign xml:lang="grc">γηροβοσκόν</foreign>
Cobet.</note> ὁ δὲ Ξέρξης ὑπʼ ὀργῆς τοῦτον μόνον, ὃν ἐξῃτήσατο, σφάξας καὶ διατεμὼν ἐκέλευσε τὸν
στρατὸν διελθεῖν, τοὺς δʼ ἄλλους ἐπηγάγετο, καὶ ʼπάντες ἀπώλοντο κατὰ τὰς μάχας. </p><p rend="indent">ἐφʼ οἷς ὁ Πύθης ἀθυμήσας ἔπαθεν ὅμοια πολλοῖς τῶν κακῶν καὶ ἀνοήτων· τὸν μὲν γὰρ θάνατον
ἐφοβεῖτο, τῷ βίῳ δʼ ἤχθετο. βουλόμενος δὲ μὴ ζῆν, προέσθαι δὲ τὸ ζῆν μὴ δυνάμενος, χώματος ὄντος ἐν
τῇ πόλει μεγάλου καὶ ποταμοῦ διαρρέοντος, ὃν Πυθοπολίτην ὠνόμαζον, ἐν μὲν <milestone n="263c" unit="stephpage" xml:id="stephpage-263c"/> τῷ χώματι κατεσκεύασε μνημεῖον, ἐκτρέψας δὲ τὸ ῥεῖθρον,
ὥστε διὰ τοῦ χώματος φέρεσθαι ψαύοντα τοῦ τάφου τὸν ποταμὸν ἐπὶ τούτοις συντελεσθεῖσιν αὐτὸς μὲν εἰς
τὸ μνημεῖον κατῆλθε, τῇ δὲ γυναικὶ τὴν ἀρχὴν καὶ τὴν πόλιν ἀναθεὶς ἅπασαν ἐκέλευσε μὴ προσιέναι,
πέμπειν δὲ τὸ δεῖπνον αὐτῷ καθʼ ἑκάστην ἡμέραν εἰς βᾶριν ἐντιθεῖσαν, ἄχρι οὗ τὸν τάφον ἡ βᾶρις
παρέλθῃ τὸ δεῖπνον ἀκέραιον ἔχουσα, τότε δὲ παύσασθαι πέμπουσαν, ὡς αὐτοῦ τεθνηκότος, ἐκεῖνος μὲν
οὕτω τὸν λοιπὸν βίον διῆγεν, ἡ δὲ γυνὴ τῆς ἀρχῆς καλῶς ἐπεμελήθη καὶ μεταβολὴν κακῶν τοῖς ἀνθρώποις
παρέσχε.</p></div></div></body></text></TEI>