<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc3" type="edition" xml:lang="grc"><div n="24" subtype="section" type="textpart"><head>Τιμοκλεία</head><p rend="indent">Θεαγένης ὁ Θηβαῖος, Ἐπαμεινώνδᾳ καὶ Πελοπίδᾳ καὶ τοῖς ἀρίστοις ἀνδράσι τὴν αὐτὴν ὑπὲρ τῆς πόλεως
λαβὼν διάνοιαν, ἔπταισε περὶ τὴν κοινὴν τύχην τῆς Ἑλλάδος ἐν Χαιρωνείᾳ, κρατῶν ἤδη καὶ διώκων τοὺς
κατʼ αὐτὸν ἀντιτεταγμένους. ἐκεῖνος <milestone n="259e" unit="stephpage" xml:id="stephpage-259e"/>
γὰρ ἦν ὁ πρὸς τὸν ἐμβοήσαντα, <q>μέχρι ποῦ διώκεις;</q> ἀποκρινάμενος, <q>μέχρι Μακεδονίας.</q>
<pb xml:id="v.3.p.562"/>
</p><p rend="indent">ἀποθανόντι δʼ αὐτῷ περιῆν ἀδελφὴ μαρτυροῦσα κἀκεῖνον ἀρετῇ γένους καὶ φύσει μέγαν ἄνδρα καὶ
λαμπρὸν γενέσθαι· πλὴν ταύτῃ γε καὶ χρηστὸν ἀπολαῦσαί τι τῆς ἀρετῆς ὑπῆρξεν, ὥστε κουφότερον, ὅσον
τῶν κοινῶν ἀτυχημάτων εἰς αὐτὴν ἦλθεν, ἐνεγκεῖν. </p><p rend="indent">ἐπεὶ γὰρ ἐκράτησε Θηβαίων Ἀλέξανδρος, ἄλλοι δʼ ἄλλα τῆς πόλεως ἐπόρθουν ἐπιόντες, ἔτυχε τὴν
Τιμοκλείας οἰκίαν καταλαβὼν ἄνθρωπος οὐκ ἐπιεικὴς οὐδʼ ἥμερος ἀλλʼ ὑβριστὴς καὶ ἀνόητος ἦρχε δὲ
Θρᾳκίου τινὸς ἴλης<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἴλης</foreign> Xylander: <foreign xml:lang="grc">εἴλης</foreign>.</note> καὶ
ὁμώνυμος ἦν τοῦ <milestone n="259f" unit="stephpage" xml:id="stephpage-259f"/> βασιλέως οὐδὲν δʼ
ὅμοιος. οὔτε γὰρ τὸ γένος οὔτε τὸν βίον αἰδεσθεὶς τῆς γυναικός, ὡς ἐνέπλησεν ἑαυτὸν οἴνου, μετὰ
δεῖπνον ἐκάλει συναναπαυσομένην. καὶ τοῦτο<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">τοῦτο</foreign> Meziriacus: <foreign xml:lang="grc">τούτου</foreign>.</note>
πέρας οὐκ ἦν ἀλλὰ καὶ χρυσὸν ἐζήτει καὶ ἄργυρον, εἴ τις εἴη κεκρυμμένος ὑπʼ αὐτῆς, τὰ μὲν ὡς ἀπολῶν
τὰ δʼ ὡς ἕξων διὰ παντὸς ἐν τάξει γυναικός. ἡ δὲ δεξαμένη λαβὴν αὐτοῦ διδόντος, <q>ὤφελον μέν,</q> εἶπε, <q>τεθνάναι πρὸ <milestone n="260a" unit="stephpage" xml:id="stephpage-260a"/> ταύτης ἐγὼ τῆς νυκτὸς ἢ ζῆν, ἵνα<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἵνα</foreign> added by F.C.B.</note> τὸ γοῦν σῶμα πάντων ἀπολλυμένων<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἀπολλυμένων</foreign>] <foreign xml:lang="grc">ἀπολομένων</foreign>
Cobet.</note> ἀπείρατον ὕβρεως διεφύλαξα<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">διεφύλαξα</foreign>] <foreign xml:lang="grc">διαφυλάξαι</foreign> most mss.:
<foreign xml:lang="grc">διαφυλάξασα</foreign> Meziriacus.</note> πεπραγμένων δʼ οὕτως, εἴ σε
κηδεμόνα καὶ δεσπότην καὶ ἄνδρα δεῖ νομίζειν ἐν, τοῦ δαίμονος διδόντος, οὐκ ἀποστερήσω σε τῶν σῶν
ἐμαυτὴν γάρ ὅ τι βουλήσῃ ὁρῶ γεγενημένην. ἐμοὶ περὶ σῶμα κόσμος ἦν καὶ ἄργυρος ἐν ἐκπώμασιν, ἦν τι
καὶ χρυσοῦ καὶ νομίσματος. ὡς δʼ ἡ πόλις ἡλίσκετο, πάντα συλλαβεῖν κελεύσασα τὰς <pb xml:id="v.3.p.564"/> θεραπαινίδας ἔρριψα, μᾶλλον δὲ κατεθέμην εἰς φρέαρ ὕδωρ οὐκ ἔχον οὐδʼ ἴσασιν
αὐτὸ πολλοί· <milestone n="260b" unit="stephpage" xml:id="stephpage-260b"/> πῶμα γὰρ ἔπεστι καὶ
κύκλῳ περιπέφυκεν ὕλη σύσκιος. ταῦτα σὺ μὲν εὐτυχοίης λαβών, ἐμοὶ δʼ ἔσται πρός σε μαρτύρια καὶ
γνωρίσματα τῆς περὶ τὸν οἶκον εὐτυχίας καὶ λαμπρότητος.</q>
</p><p rend="indent">ἀκούσας οὖν ὁ Μακεδὼν οὐ περιέμεινε τὴν ἡμέραν, ἀλλʼ εὐθὺς ἐβάδιζεν ἐπὶ τὸν τόπον, ἡγουμένης τῆς
Τιμοκλείας· καὶ τὸν κῆπον ἀποκλεῖσαι κελεύσας, ὅπως αἴσθοιτο μηδείς, κατέβαινεν ἐν τῷ χιτῶνι.
στυγερὰ δʼ ἡγεῖτο Κλωθὼ τιμωρὸς ὑπὸ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ὑπὸ</foreign>] <foreign xml:lang="grc">ὑπὲρ</foreign> Hartman.</note> τῆς
Τιμοκλείας ἐφεστώσης ἄνωθεν. ὡς δʼ ᾔσθετο τῇ φωνῇ κάτω γεγονότος, πολλοὺς μὲν αὐτὴ τῶν <milestone n="260c" unit="stephpage" xml:id="stephpage-260c"/> λίθων ἐπέφερε πολλοὺς δὲ καὶ μεγάλους αἱ
θεραπαινίδες ἐπεκυλίνδουν, ἄχρι οὗ κατέκοψαν αὐτὸν καὶ κατέχωσαν. ὡς δʼ ἔγνωσαν οἱ Μακεδόνες καὶ τὸν
νεκρὸν ἀνείλοντο κηρύγματος ἤδη γεγονότος μηδένα κτείνειν Θηβαίων, ἦγον αὐτὴν συλλαβόντες ἐπὶ τὸν
βασιλέα καὶ προσήγγειλαν τὸ τετολμημένον. ὁ δὲ καὶ τῇ καταστάσει τοῦ προσώπου καὶ τῷ σχολαίῳ τοῦ
βαδίσματος ἀξιωματικόν τι καὶ γενναῖον ἐνιδὼν πρῶτον ἀνέκρινεν αὐτήν τίς εἴη γυναικῶν. ἡ δʼ
ἀνεκπλήκτως πάνυ καὶ τεθαρρηκότως εἶπεν, <q>ἐμοὶ Θεαγένης ἦν ἀδελφός, ὃς ἐν
Χαιρωνείᾳ στρατηγῶν καὶ μαχόμενος πρὸς ὑμᾶς ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἔπεσεν, ὅπως ἡμεῖς μηδὲν
τοιοῦτον πάθωμεν· ἐπεὶ δὲ <pb xml:id="v.3.p.566"/> πεπόνθαμεν ἀνάξια τοῦ γένους, ἀποθανεῖν οὐ
<milestone n="260d" unit="stephpage" xml:id="stephpage-260d"/> φεύγομεν· οὐδὲ γὰρ ἄμεινον ἴσως ζῶσαν
ἑτέρας πειρᾶσθαι νυκτός, εἰ σὺ τοῦτο μὴ κωλύσεις.</q>
</p><p rend="indent">οἱ μὲν οὖν ἐπιεικέστατοι τῶν παρόντων ἐδάκρυσαν, Ἀλεξάνδρῳ δʼ οἰκτίρειν μὲν οὐκ ἐπῄει τὴν
ἄνθρωπον ὡς μείζονα, θαυμάσας δὲ τὴν ἀρετὴν καὶ τὸν λόγον εὖ μάλα καθαψάμενον αὐτοῦ, τοῖς μὲν
ἡγεμόσι παρήγγειλε προσέχειν καὶ φυλάττειν, μὴ πάλιν ὕβρισμα τοιοῦτον εἰς οἰκίαν ἔνδοξον γένηται·
τὴν δὲ Τιμόκλειαν ἀφῆκεν αὐτήν τε καὶ πάντας ὅσοι κατὰ γένος αὐτῇ προσήκοντες εὑρέθησαν.</p></div></div></body></text></TEI>