γυναῖον Περγαμηνὸν The title (not in the mss.) was added by Xylander. ἐπεὶ δὲ Μιθριδάτης ἑξήκοντα Γαλατῶν τοὺς ἀρίστους μεταπεμψάμενος εἰς Πέργαμον ὡς φίλους, ὑβριστικῶς ἐδόκει καὶ δεσποτικῶς προσφέρεσθαι, καὶ πάντες ἠγανάκτουν, Πορηδόριξ, Πορηδόριξ an early correction: πορηδόραξ . ἀνὴρ τό τε σῶμα ῥωμαλέος καὶ τὴν ψυχὴν διαφέρων ἦν δὲ Τοσιωπῶν Τοσιωπῶν ] Τολιστοβώγων Wyttenbach: Τεκτοσάγων suggested by Bernardakis on the basis of inscriptional evidence, but certainty is impossible. τετράρχης, ἀνεδέξατο τὸν Μιθριδάτην, ὅταν ἐν τῷ βήματι ἐν ἐν added by F.C.B. γυμνασίῳ χρηματίζῃ συναρπάσας ὤσειν ἅμα σὺν αὐτῷ κατὰ τῆς φάραγγος. τύχῃ δέ τινι τῆς ἡμέρας ἐκείνης οὐκ ἀναβάντος εἰς τὸ γυμνάσιον αὐτοῦ, μεταπεμπομένου δὲ τοὺς Γαλάτας οἴκαδε, θαρρεῖν παρεκάλει, καὶ ὅταν ἐν ταὐτῷ γένωνται, διασπάσαι τὸ σῶμα καὶ διαφθεῖραι πανταχόθεν προσπεσόντας. τοῦτʼ οὐκ ἔλαθε τὸν Μιθριδάτην, ἀλλὰ μηνύσεως γενομένης, καθʼ ἕνα τῶν Γαλατῶν παρεδίδου σφαγησόμενον εἶτά πως ἀναμνησθεὶς νεανίσκου πολὺ προέχοντος προέχοντος Wyttenbach: προέχοντος πρωτεύσαντος . ὥρᾳ καὶ κάλλει τῶν καθʼ αὑτὸν ᾤκτιρε καὶ μετενόει· καὶ δῆλος ἦν ἀχθόμενος ὡς ἐν πρώτοις ἀπολωλότος, ὅμως δʼ ἔπεμψεν, εἰ ζῶν εὑρεθείη, μεθεῖναι κελεύων ἦν δʼ ὄνομα τῷ νεανίσκῳ Βηπολιτανός. καί τις αὐτῷ τύχη θαυμαστὴ συνέπεσε· καλὴν γὰρ ἐσθῆτα καὶ πολυτελῆ συνελήφθη φορῶν ἣν ὁ δήμιος ἀναίμακτον αὑτῷ καὶ καθαρὰν διαφυλάξαι βουλόμενος, καὶ ἀποδύων ἠρέμα ἠρέμα Cobet: ἀτρέμα . τὸν νεανίσκον, εἶδε τοὺς παρὰ τοῦ βασιλέως προσθέοντας ἅμα καὶ τοὔνομα τοῦ μειρακίου βοῶντας. τὸν μὲν οὖν Βηπολιτανὸν ἡ πολλοὺς ἀπολέσασα φιλαργυρία διέσωσεν ἀπροσδοκήτως. ὁ δὲ Πορηδόριξ Πορηδόριξ an early correction: πορηδόραξ . κατακοπεὶς ἄταφος ἐξεβέβλητο, καὶ τῶν φίλων οὐδεὶς ἐτόλμησε προσελθεῖν· γύναιον δὲ Περγαμηνόν, ἐγνωσμένον ἀφʼ ὥρας ζῶντι ζῶντι ] ζῶν τι ! E. Kurtz. τῷ Γαλάτῃ παρεκινδύνευσε θάψαι καὶ περιστεῖλαι τὸν νεκρόν· ᾔσθοντο δʼ οἱ φύλακες καὶ συλλαβόντες ἀνήγαγον πρὸς τὸν βασιλέα. λέγεται μὲν οὖν τι καὶ πρὸς τὴν ὄψιν αὐτῆς παθεῖν ὁ Μιθριδάτης, νέας παντάπασι καὶ ἀκάκου τῆς παιδίσκης φανείσης· ἔτι δὲ μᾶλλον ὡς ἔοικε τὴν αἰτίαν γνοὺς ἐρωτικὴν οὖσαν ἐπεκλάσθη καὶ συνεχώρησεν ἀνελέσθαι καὶ θάψαι τὸν νεκρὸν ἐσθῆτα καὶ κόσμον ἐκ τῶν ἐκείνου λαβοῦσαν.