<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc3" type="edition" xml:lang="grc"><div n="19" subtype="section" type="textpart"><head>Ἀρεταφίλα</head><p rend="indent">Ἀρεταφίλα δʼ ἡ Κυρηναία παλαιὰ μὲν οὐ γέγονεν ἀλλʼ ἐν τοῖς Μιθριδατικοῖς καιροῖς, ἀρετὴν δὲ καὶ
πρᾶξιν ἐνάμιλλον τῇ βουλῇ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">τῇ βουλῇ</foreign>] <foreign xml:lang="grc">τῇ βελτίστῃ</foreign> S. A.
Naber, wrongly.</note> τῶν ἡρωίδων παρέσχεν. ἦν δὲ θυγάτηρ μὲν Αἰγλάτορος Φαιδίμου δὲ γυνή, γνωρίμων
ἀνδρῶν· καλὴ δὲ τὴν ὄψιν οὖσα, καὶ τὸ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">τὸ</foreign>] <foreign xml:lang="grc">τῷ</foreign> Wyttenbach.</note>
φρονεῖν ἐδόκει περιττή τις εἶναι καὶ πολιτικῆς δεινότητος οὐκ ἄμοιρος· ἐπιφανῆ δʼ αὐτὴν αἱ κοιναὶ
τύχαι τῆς πατρίδος ἐποίησαν. </p><p rend="indent"><milestone n="255f" unit="stephpage" xml:id="stephpage-255f"/>Νικοκράτης γὰρ ἐπαναστὰς Κυρηναίοις
τύραννος <pb xml:id="v.3.p.542"/> ἄλλους τε πολλοὺς ἐφόνευε τῶν πολιτῶν καὶ τὸν ἱερέα τοῦ Ἀπόλλωνος
αὐτόχειρ ἀνελὼν Μελάνιππον, ἔσχε<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἔσχε</foreign> F.C.B.: <foreign xml:lang="grc">εἶχε</foreign>.</note> τὴν
ἱερωσύνην ἀνεῖλε δὲ καὶ Φαίδιμον τὸν τῆς Ἀρεταφίλας ἄνδρα καὶ τὴν Ἀρεταφίλαν ἔγημεν ἄκουσαν. πρὸς δὲ
μυρίοις ἄλλοις παρανομήμασι φύλακας ἐπὶ τῶν πυλῶν κατέστησεν, οἳ τοὺς ἐκφερομένους νεκροὺς
ἐλυμαίνοντο νύττοντες ξιφιδίοις καὶ καυτήρια προσβάλλοντες ὑπὲρ τοῦ μηδένα τῶν πολιτῶν ὡς νεκρὸν
λαθεῖν ἐκκομιζόμενον. </p><p rend="indent">δύσφορα μὲν οὖν καὶ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor">Pantazides
would place <foreign xml:lang="grc">καὶ</foreign> after <foreign xml:lang="grc">Ἀρεταφίλᾳ</foreign>.</note> τῇ Ἀρεταφίλᾳ τὰ οἰκεῖα <milestone n="256a" unit="stephpage" xml:id="stephpage-256a"/>κακά, καίπερ ἐνδιδόντος αὐτῇ διʼ ἔρωτα τοῦ τυράννου πλεῖστον ἀπολαύειν τῆς
δυνάμεως ἥττητο γὰρ ἐκείνης καὶ μόνῃ χειροήθη παρεῖχεν αὑτὸν ἄτεγκτος ὢν τἄλλα καὶ θηριώδης· ἠνία δὲ
μᾶλλον αὐτὴν ἡ πατρὶς οἰκτρὰ πάσχουσα παρʼ ἀξίαν. ἄλλος γὰρ ἐπʼ ἄλλῳ τῶν πολιτῶν ἐσφάττετο, τιμωρία
δʼ ἀπʼ οὐδενὸς ἠλπίζετο· καὶ γὰρ οἱ φυγάδες, ἀσθενεῖς παντάπασιν ὄντες καὶ περίφοβοι, διεσπάρησαν.
αὑτὴν οὖν ἡ Ἀρεταφίλα ὑποθεῖσα μόνην τοῖς κοινοῖς ἐλπίδα, καὶ τὰ Θήβης ζηλώσασα τῆς Φεραίας καλὰ καὶ
περιβόητα τολμήματα, συμμάχων δὲ πιστῶν καὶ οἰκείων, οἵους ἐκείνῃ τὰ πράγματα παρέσχεν, ἔρημος οὖσα,
φαρμάκοις <milestone n="256b" unit="stephpage" xml:id="stephpage-256b"/> ἐπεχείρησε διεργάσασθαι τὸν
ἄνδρα. παρασκευαζομένη δὲ καὶ πορίζουσα καὶ διαπειρωμένη πολλῶν δυνάμεων οὐκ ἔλαθεν ἀλλʼ ἐμηνύθη·
καὶ γενομένων <pb xml:id="v.3.p.544"/> ἐλέγχων, Καλβία μὲν ἡ τοῦ Νικοκράτους μήτηρ, φύσει φονικὴ
γυνὴ καὶ ἀπαραίτητος, εὐθὺς ᾤετο δεῖν ἀναιρεῖν αἰκισαμένην<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">αἰκισαμένην</foreign>] <foreign xml:lang="grc">αἰκισάμενον</foreign>
Meziriacus.</note> τὴν Ἀρεταφίλαν τοῦ δὲ Νικοκράτους μέλλησιν ἐνεποίει τῇ ὀργῇ καὶ ἀσθένειαν ὁ ἔρως,
καὶ τὸ τὴν Ἀρεταφίλαν ἐρρωμένως ὁμόσε χωρεῖν ταῖς κατηγορίαις ἀμύνουσαν ἑαυτῇ πρόφασίν τινα τῷ πάθει
παρεῖχεν. ἐπεὶ δὲ κατελαμβάνετο τοῖς ἐλέγχοις καὶ τὴν παρασκευὴν τῆς φαρμακείας ἑώρα μὴ δεχομένην
ἄρνησιν, <milestone n="256c" unit="stephpage" xml:id="stephpage-256c"/> ὡμολόγει, παρεσκευάσθαι δʼ
οὐκ ὀλέθριον φαρμακείαν <q>ἀλλʼ ὑπὲρ μεγάλων,</q> εἶπεν, <q>ὦ
ἄνερ, ἀγωνίζομαι, τῆς σῆς εὐνοίας πρὸς ἐμὲ καὶ δόξης καὶ δυνάμεως, ἣν διὰ σὲ καρποῦμαι πολλαῖς
ἐπίφθονος οὖσα κακαῖς γυναιξὶν ὧν φάρμακα δεδοικυῖα καὶ μηχανὰς ἐπείσθην ἀντιμηχανήσασθαι, μωρὰ μὲν
ἴσως καὶ γυναικεῖα, θανάτου δʼ οὐκ ἄξια· πλὴν εἰ κριτῇ σοι δόξειε φίλτρων ἕνεκα καὶ γοητείας κτεῖναι
γυναῖκα, πλεῖον ἢ σὺ βούλει φιλεῖσθαι δεομένην. </q>
</p><p rend="indent"><milestone n="256d" unit="stephpage" xml:id="stephpage-256d"/>τοιαῦτα τὴν Ἀρεταφίλαν ἀπολογουμένην
ἔδοξε τῷ Νικοκράτει βασανίσαι καὶ τῆς Καλβίας ἐφεστώσης ἀτέγκτου καὶ ἀπαραιτήτου, ταῖς βασάνοις
ἀνέκρινε· καὶ διεφύλαττεν αὑτὴν ἀήττητον ἐν ταῖς ἀνάγκαις ἄχρι καὶ τὴν Καλβίαν ἀποκαμεῖν
ἄκουσαν.<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἄκουσαν</foreign>] <foreign xml:lang="grc">κακοῦσαν</foreign> S. A. Naber,
wrongly as <foreign xml:lang="grc">ἀνέκρινε</foreign> (just above) shows.</note> ὁ δὲ Νικοκράτης
ἀφῆκε πεισθεὶς καὶ μετενόει βασανίσας· καὶ χρόνον οὐ πολὺν διαλιπὼν αὖθις ἧκεν ὑπὸ τοῦ πάθους εἰς
αὐτὴν φερόμενος, καὶ συνῆν αὖθις ἀναλαμβάνων τιμαῖς καὶ φιλοφροσύναις τὴν εὔνοιαν. ἡ δʼ οὐκ ἔμελλε
χάριτος <pb xml:id="v.3.p.546"/> ἡττᾶσθαι κρατήσασα βασάνων καὶ πόνων, ἀλλὰ τῷ φιλοκάλῳ
φιλονικίας<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">φιλονικίας</foreign> F.C.B.: <foreign xml:lang="grc">φιλονεικίας</foreign>.</note> προσγενομένης ἑτέρας ἥπτετο μηχανῆς. </p><p rend="indent"><milestone n="256e" unit="stephpage" xml:id="stephpage-256e"/>ἦν γὰρ αὐτῇ θυγάτηρ ἀνδρὸς ὥραν ἔχουσα
καὶ τὴν ὄψιν ἱκανή<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἱκανὴ</foreign>] <foreign xml:lang="grc">καλὴ</foreign> S. A. Naber,
wrongly, for the second sentence below shows that her beauty was not overpowering.</note>· ταύτην
ὑφῆκε τἀδελφῷ τοῦ τυράννου δέλεαρ, ὄντι μειρακίῳ πρὸς ἡδονὰς εὐαλώτῳ. πολὺς δὲ λόγος ἐστὶ χρησαμένην
γοητείᾳ καὶ φαρμάκοις ἐπὶ τῇ κόρῃ τὴν Ἀρεταφίλαν, χειρώσασθαι καὶ διαφθεῖραι τοῦ νεανίσκου τὸν
λογισμόν· ἐκαλεῖτο δὲ Λέανδρος. ἐπεὶ δʼ ἡλώκει καὶ λιπαρήσας τὸν ἀδελφὸν ἔτυχε τοῦ γάμου, τὰ μὲν ἡ
κόρη παρῆγεν αὐτὸν ὑπὸ τῆς μητρὸς διδασκομένη καὶ ἀνέπειθεν ἐλευθεροῦν τὴν πόλιν, ὡς μηδʼ <milestone n="256f" unit="stephpage" xml:id="stephpage-256f"/> αὐτὸν ἐλεύθερον ἐν τυραννίδι ζῶντα μηδὲ τοῦ
λαβεῖν γάμον ἢ φυλάξαι κύριον ὄντα, τὰ δʼ οἱ φίλοι τῇ Ἀρεταφίλᾳ χαριζόμενοι διαβολάς τινας ἀεὶ καὶ
ὑπονοίας κατεσκεύαζον αὐτῷ πρὸς τὸν ἀδελφόν. ὡς δʼ ᾔσθετο καὶ τὴν Ἀρεταφίλαν τὰ αὐτὰ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">τὰ αὐτὰ</foreign>] <foreign xml:lang="grc">ταὐτὰ</foreign> Dinse, proper but
not necessary.</note> βουλευομένην καὶ σπουδάζουσαν, ἐπεχείρει τὸ ἔργον,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">τὸ ἔργον</foreign>] <foreign xml:lang="grc">τῷ ἔργῳ</foreign>
Turnebus.</note> καὶ Δάφνιν οἰκέτην παρορμήσας ἀπέκτεινε διʼ ἐκείνου τὸν Νικοκράτην. τὰ λοιπὰ δʼ
οὐκέτι τῇ Ἀρεταφίλᾳ προσεῖχεν, ἀλλʼ εὐθὺς ἔδειξε τοῖς ἔργοις ἀδελφοκτόνος οὐ τυραννοκτόνος γεγονώς·
<milestone n="257a" unit="stephpage" xml:id="stephpage-257a"/> ἦρχε γὰρ ἐμπλήκτως καὶ ἀνοήτως. τιμὴ
δέ τις ὅμως ἦν τῆς Ἀρεταφίλας παρʼ αὐτῷ καὶ δύναμις, οὐκ ἀπεχθανομένης οὐδὲ πολεμούσης ἄντικρυς ἀλλʼ
ἀδήλως διαταττούσης τὰ πράγματα. πρῶτον μὲν γὰρ αὐτῷ Λιβυκὸν ὑπεκίνησε πόλεμον, <pb xml:id="v.3.p.548"/> Ἀνάβουν τινὰ πείσασα δυνάστην τὴν χώραν ἐπιδραμεῖν καὶ τῇ πόλει προσαγαγεῖν,
ἔπειτα διέβαλε τοὺς φίλους καὶ τοὺς στρατηγοὺς πρὸς τὸν Λέανδρον, ὡς πολεμεῖν οὐκ ὄντας προθύμους,
εἰρήνης δὲ μᾶλλον δεομένους καὶ ἡσυχίας, ἣν καὶ τὰ πράγματα ποθεῖν αὐτοῦ καὶ τὴν τυραννίδα,
βουλομένου <milestone n="257b" unit="stephpage" xml:id="stephpage-257b"/> βεβαίως κρατεῖν τῶν
πολιτῶν αὐτὴ δὲ πράξειν ἔφη τὰς διαλύσεις καὶ τὸν Ἀνάβουν εἰς λόγους αὐτῷ συνάξειν, ἐὰν κελεύῃ, πρὶν
ἀνήκεστόν τι τὸν πόλεμον ἐξεργάσασθαι. κελεύσαντος δὲ τοῦ Λεάνδρου, πρότερον αὐτὴ τῷ Λίβυι διελέχθη,
συλλαβεῖν δεομένη τὸν τύραννον ἐπὶ δωρεαῖς μεγάλαις καὶ χρήμασιν, ὅταν εἰς λόγους αὐτῷ παραγένηται.
πεισθέντος δὲ τοῦ Λίβυος, ὤκνει μὲν ὁ Λέανδρος, αἰδεσθεὶς δὲ τὴν Ἀρεταφίλαν αὐτὴν παρέσεσθαι
φάσκουσαν, ἐξῆλθεν ἄνοπλος καὶ ἀφύλακτος. ὡς δʼ ἐγγὺς ἦλθε καὶ τὸν Ἀνάβουν εἶδεν, αὖθις ἐδυσχέραινε
καὶ περιμένειν ἐβούλετο τοὺς δορυφόρους· <milestone n="257c" unit="stephpage" xml:id="stephpage-257c"/> ἡ δʼ Ἀρεταφίλα παροῦσα τὰ μὲν ἐθάρρυνεν αὐτὸν τὰ δʼ ἐκάκιζε· τέλος δὲ
γενομένης διατριβῆς, ἐφελκυσαμένη τῆς χειρὸς ἰταμῶς πάνυ καὶ τεθαρρηκότως προσήγαγε τῷ βαρβάρῳ καὶ
παρέδωκεν. εὐθὺς οὖν ἀνήρπαστο καὶ συνείληπτο καὶ δεθεὶς ὑπὸ τῶν Λιβύων ἐτηρεῖτο, ἄχρι οὗ τὰ χρήματα
τῇ Ἀρεταφίλᾳ κομίζοντες οἱ φίλοι παρεγένοντο μετὰ τῶν ἄλλων πολιτῶν. πυθόμενοι γὰρ οἱ πλεῖστοι
ἐξέδραμον ἐπὶ τὴν παράκλησιν ὡς δʼ εἶδον τὴν Ἀρεταφίλαν, ὀλίγον<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ὀλίγον</foreign> in Hutten’s edition: <foreign xml:lang="grc">ὀλίγου</foreign>, however, the reading of the mss., may stand.</note> ἐδέησαν ἐκλαθέσθαι τῆς πρὸς
τὸν τύραννον ὀργῆς, καὶ πάρεργον τὴν ἐκείνου <pb xml:id="v.3.p.550"/>
<milestone n="257d" unit="stephpage" xml:id="stephpage-257d"/> τιμωρίαν ἐνόμιζον· ἔργον δὲ πρῶτον ἦν
αὐτοῖς καὶ ἀπόλαυσμα τῆς ἐλευθερίας ἐκείνην ἀσπάσασθαι μετὰ χαρᾶς καὶ δακρύων, ὥσπερ ἀγάλματι θεοῦ
προσπίπτοντας. ἄλλων δʼ ἐπʼ ἄλλοις ἐπιρρεόντων, μόλις ἑσπέρας τὸν Λέανδρον παραλαβόντες ἐπανῆλθον
εἰς τὴν πόλιν. ἐπεὶ δὲ τῶν τιμῶν τῆς Ἀρεταφίλας καὶ τῶν ἐπαίνων ἐνεπλήσθησαν, οὕτω τραπόμενοι πρὸς
τοὺς τυράννους τὴν μὲν Καλβίαν ζῶσαν κατέκαυσαν, τὸν δὲ Λέανδρον ἐνράψαντες εἰς βύρσαν κατεπόντισαν.
ἠξίουν δὲ τὴν Ἀρεταφίλαν συνάρχειν καὶ συνδιοικεῖν τοῖς ἀρίστοις ἀνδράσι <milestone n="257e" unit="stephpage" xml:id="stephpage-257e"/> τὴν πολιτείαν. ἡ δʼ ὡς ποικίλον τι δρᾶμα καὶ πολυμερὲς
ἀγωνισαμένη μέχρι στεφάνου διαδόσεως, ὡς ἐπεῖδε τὴν πόλιν ἐλευθέραν, εὐθὺς εἰς τὴν γυναικωνῖτιν
ἐνεδύετο, καὶ τοῦ πολυπραγμονεῖν ὁτιοῦν παραβαλλομένη,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">παραβαλλομένη</foreign>] <foreign xml:lang="grc">περιβαλλομένη</foreign> in
some mss.</note> τὸν λοιπὸν χρόνον ἐν ἱστοῖς ἡσυχίαν ἄγουσα μετὰ τῶν φίλων καὶ οἰκείων
διετέλεσεν.</p></div><div n="20" subtype="section" type="textpart"><head>Κάμμα</head><p rend="indent">ἦσαν ἐν Γαλατίᾳ δυνατώτατοι τῶν τετραρχῶν καί τι καὶ κατὰ γένος προσήκοντες ἀλλήλοις Σινάτος τε
καὶ Σινόριξ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Σινόριξ</foreign> probably the correct spelling: <foreign xml:lang="grc">συνόριξ</foreign>.</note>· ὧν ὁ Σινάτος γυναῖκα παρθένον ἔσχε Κάμμαν ὄνομα, περίβλεπτον μὲν
<milestone n="257f" unit="stephpage" xml:id="stephpage-257f"/> ἰδέᾳ σώματος καὶ ὥρᾳ, θαυμαζομένην δὲ
μᾶλλον διʼ ἀρετήν· οὐ γὰρ μόνον σώφρων καὶ φίλανδρος, ἀλλὰ καὶ συνετὴ καὶ μεγαλόφρων καὶ ποθεινὴ
τοῖς <pb xml:id="v.3.p.552"/> ὑπηκόοις ἦν διαφερόντως ὑπʼ εὐμενείας καὶ χρηστότητος· ἐπιφανεστέραν
δʼ αὐτὴν ἐποίει, καὶ τὸ τῆς Ἀρτέμιδος ἱέρειαν εἶναι, ἣν μάλιστα Γαλάται σέβουσι, περί τε πομπὰς ἀεὶ
καὶ θυσίας κεκοσμημένην ὁρᾶσθαι μεγαλοπρεπῶς. </p><p rend="indent">ἐρασθεὶς οὖν αὐτῆς ὁ Σινόριξ, καὶ μήτε πεῖσαι μήτε βιάσασθαι ζῶντος τοῦ ἀνδρὸς δυνατὸς ὤν, ἔργον
εἰργάσατο δεινόν· ἀπέκτεινε γὰρ δόλῳ τὸν Σινάτον, καὶ χρόνον οὐ πολὺν διαλιπὼν ἐμνᾶτο τὴν <milestone n="258a" unit="stephpage" xml:id="stephpage-258a"/>Κάμμαν ἐν τῷ ἱερῷ ποιουμένην διατριβὰς καὶ
φέρουσαν οὐκ οἰκτρῶς καὶ ταπεινῶς ἀλλὰ θυμῷ νοῦν ἔχοντι καὶ καιρὸν περιμένοντι τὴν τοῦ Σινόριγος
παρανομίαν. ὁ δὲ λιπαρὴς ἦν περὶ τὰς δεήσεις, καὶ λόγων ἐδόκει μὴ παντάπασιν ἀπορεῖν εὐπρέπειαν
ἐχόντων, ὡς τὰ μὲν ἄλλα Σινάτου βελτίονα παρεσχηκὼς ἑαυτὸν ἀνελὼν δʼ ἐκεῖνον ἔρωτι τῆς Κάμμης<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Κάμμης</foreign> Hatzidakis: <foreign xml:lang="grc">Κάμμας</foreign>.</note> μὴ διʼ ἑτέραν τινὰ πονηρίαν. ἦσαν οὖν τὸ πρῶτον ἀρνήσεις οὐκ ἄγαν ἀπηνεῖς
τῆς γυναικός, εἶτα κατὰ μικρὸν ἐδόκει μαλάττεσθαι· <milestone n="258b" unit="stephpage" xml:id="stephpage-258b"/> καὶ γὰρ οἰκεῖοι καὶ φίλοι προσέκειντο θεραπείᾳ καὶ χάριτι τοῦ Σινόριγος
μέγιστον δυναμένου, πείθοντες αὐτὴν καὶ καταβιαζόμενοι τέλος δὲ συνεχώρει καὶ μετεπέμπετο πρὸς
ἑαυτὴν ἐκεῖνον, ὡς παρὰ τῇ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">τῇ</foreign> Xylander, presumably from Polyaenus, <title rend="italic">Strategemata</title>, viii. 39: <foreign xml:lang="grc">τῷ</foreign>.</note> θεῷ τῆς συναινέσεως
καὶ καταπιστώσεως γενησομένης. ἐλθόντα δὲ δεξαμένη φιλοφρόνως καὶ προσαγαγοῦσα τῷ βωμῷ κατέσπεισεν
ἐκ φιάλης, καὶ τὸ μὲν ἐξέπιεν αὐτὴ τὸ δʼ ἐκεῖνον <pb xml:id="v.3.p.554"/> ἐκέλευσεν ἦν δὲ
πεφαρμαγμένον μελίκρατον. ὡς δʼ εἶδε πεπωκότα, λαμπρὸν ἀνωλόλυξε καὶ τὴν θεὸν προσκυνήσασα, <q>μαρτύρομαί σε,</q> εἶπεν, <q>ὦ πολυτίμητε δαῖμον, ὅτι ταύτης
ἕνεκα τῆς ἡμέρας ἐπέζησα τῷ Σινάτου φόνῳ, χρόνον τοσοῦτον οὐδὲν <milestone n="258c" unit="stephpage" xml:id="stephpage-258c"/> ἀπολαύουσα<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἀπολαύουσα</foreign> Wyttenbach: <foreign xml:lang="grc">ἀπολαβοῦσα</foreign>, <foreign xml:lang="lat">cf.</foreign> 259 e, 272 f.</note> τοῦ βίου χρηστὸν
ἀλλʼ ἢ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἀλλ’ ἢ</foreign> Bernardakis: <foreign xml:lang="grc">ἀλλὰ</foreign>.</note>
τὴν ἐλπίδα τῆς δίκης, ἣν ἔχουσα καταβαίνω πρὸς τὸν ἐμὸν ἄνδρα. σοὶ δʼ, ὦ πάντων ἀνοσιώτατε ἀνθρώπων,
τάφον ἀντὶ θαλάμου καὶ γάμου παρασκευαζέτωσαν οἱ προσήκοντες.</q>
</p><p rend="indent">ταῦτα δʼ ἀκούσας ὁ Γαλάτης καὶ τοῦ φαρμάκου δρῶντος ἤδη καὶ διακινοῦντος τὸ σῶμα συναισθόμενος
ἐπέβη μὲν ὀχήματος ὡς σάλῳ καὶ τιναγμῷ χρησόμενος, ἐξέστη δὲ παραχρῆμα καὶ μεταβὰς εἰς φορεῖον
ἑσπέρας ἀπέθανεν. ἡ δὲ Κάμμα διενεγκοῦσα τὴν νύκτα καὶ πυθομένη τέλος ἔχειν ἐκεῖνον, εὐθύμως καὶ
ἱλαρῶς κατέστρεψεν.</p></div><div n="21" subtype="section" type="textpart"><head>Στρατονίκη</head><p rend="indent">παρέσχε δʼ ἡ Γαλατία καὶ Στρατονίκην τὴν <milestone n="258d" unit="stephpage" xml:id="stephpage-258d"/>Δηιοτάρου καὶ Χιομάραν τὴν Ὀρτιάγοντος, ἀξίας μνήμης γυναῖκας. </p><p rend="indent">ἡ μὲν οὖν Στρατονίκη δεόμενον γνησίων παίδων ἐπὶ διαδοχῇ τῆς βασιλείας ἐπισταμένη τὸν ἄνδρα, μὴ
τίκτουσα δʼ αὐτὴ συνέπεισεν ἐξ ἑτέρας γυναικὸς παιδοποιησάμενον αὐτῇ τὸ παιδίον περιιδεῖν
ὑποβαλλόμενον. τοῦ δὲ Δηιοτάρου τήν τε γνώμην θαυμάσαντος καὶ πᾶν ἐπʼ αὐτῇ ποιησαμένου, παρθένον
εὐπρεπῆ παρασκευάσασα τῶν <pb xml:id="v.3.p.556"/> αἰχμαλώτων ὄνομα Ἠλέκτραν συνεῖρξε τῷ Δηιοτάρῳ,
καὶ τοὺς γενομένους παῖδας ὥσπερ γνησίους αὐτῆς ἔθρεψε φιλοστόργως καὶ μεγαλοπρεπῶς.</p></div></div></body></text></TEI>