<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc3" type="edition" xml:lang="grc"><div n="17" subtype="section" type="textpart"><head>Πολυκπίτη</head><p rend="indent">Ναξίοις καὶ Μιλησίοις συνέστη πόλεμος διὰ τὴν Ὑψικρέοντος τοῦ Μιλησίου γυναῖκα Νέαιραν. αὕτη ψὰρ
ἠράσθη Προμέδοντος Ναξίου καὶ συνέπλευσεν, ὃς ἦν μὲν ξένος τοῦ Ὑψικρέοντος, ἐρασθείσῃ δὲ τῇ Νεαίρᾳ
συνῆλθε, καὶ τὸν ἄνδρα φοβουμένην ἀπαγαγὼν εἰς Νάξον ἱκέτιν τῆς Ἑστίας <pb xml:id="v.3.p.534"/>
ἐκάθισεν. τῶν δὲ Ναξίων οὐκ ἐκδιδόντων χάριν <milestone n="254c" unit="stephpage" xml:id="stephpage-254c"/> τοῦ Προμέδοντος, ἄλλως δὲ ποιουμένων πρόφασιν τὴν ἱκετείαν, ὁ πόλεμος
συνέστη. τοῖς δὲ Μιλησίοις ἄλλοι τε πολλοὶ καὶ προθυμότατα τῶν Ἰώνων Ἐρυθραῖοι συνεμάχουν, καὶ μῆκος
ἔσχε καὶ συμφορὰς ἤνεγκε μεγάλας ὁ πόλεμος· εἶτʼ ἐπαύσατο διʼ ἀρετὴν γυναικός, ὡς συνέστη διὰ
μοχθηρίαν. </p><p rend="indent">Διόγνητος γὰρ ὁ τῶν Ἐρυθραίων στρατηγὸς ἔχων καὶ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἔχων καὶ</foreign>] Cobet would omit.</note> πεπιστευμένος ἔρυμα κατὰ τῆς
Ναξίων πόλεως εὖ πεφυκὸς καὶ κατεσκευασμένον, ἠλάσατο λείαν τῶν Ναξίων πολλὴν καὶ γυναῖκας
ἐλευθέρας<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἐλευθέρας</foreign> Bernardakis, proper but not imperative: <foreign xml:lang="grc">ἐλευθέρους</foreign>.</note> καὶ παρθένους ἔλαβεν ὧν μιᾶς Πολυκρίτης ἐρασθεὶς εἶχεν
αὐτὴν οὐχ ὡς αἰχμάλωτον ἀλλʼ ἐν τάξει γαμετῆς γυναικός. ἑορτῆς δὲ τοῖς Μιλησίοις καθηκούσης ἐν τῇ
στρατιᾷ καὶ πρὸς πόσιν ἁπάντων <milestone n="254d" unit="stephpage" xml:id="stephpage-254d"/> καὶ
συνουσίας τραπομένων, ἠρώτησε τὸν Διόγνητον ἡ Πολυκρίτη μή τι κωλύοι πεμμάτων μερίδας ἀποπέμψαι τοῖς
ἀδελφοῖς αὑτῆς. ἐπιτρέψαντος δʼ ἐκείνου καὶ κελεύσαντος, ἐνέβαλε μολίβδινον γραμματίδιον εἰς
πλακοῦντα, κελεύσασα φράσαι τὸν κομίζοντα τοῖς ἀδελφοῖς ὅπως αὐτοὶ μόνοι καταναλώσωσιν ἃ ἔπεμψε. οἱ
δʼ ἐντυχόντες τῷ μολίβδῳ καὶ τὰ γράμματα τῆς Πολυκρίτης ἀναγνόντες, κελευούσης νυκτὸς ἐπιθέσθαι τοῖς
πολεμίοις, ὡς ὑπὸ μέθης διὰ τὴν ἑορτὴν ἐξημελημένων πάντων, προσήγγειλαν τοῖς στρατηγοῖς καὶ
παρώρμησαν <milestone n="254e" unit="stephpage" xml:id="stephpage-254e"/> ἐξελθεῖν μετʼ αὐτῶν.
ἁλόντος δὲ τοῦ χωρίου καὶ πολλῶν διαφθαρέντων, ἐξῃτήσατο τὸν Διόγνητον ἡ Πολυκρίτη παρὰ τῶν πολιτῶν
καὶ διέσῳσεν. <pb xml:id="v.3.p.536"/> αὐτὴ δὲ πρὸς ταῖς πύλαις γενομένη πρὸς<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">πρὸς</foreign> added by F.C.B. (probably omitted on account of the preceding
<foreign xml:lang="grc">πρὸς</foreign>). E. Kurtz would read <foreign xml:lang="grc">αἰσθομένη</foreign> for <foreign xml:lang="grc">γενομένη</foreign>.</note> τοὺς πολίτας ἀπαντῶντας
αὐτῇ, μετὰ χαρᾶς καὶ στεφάνων ὑποδεχομένους καὶ θαυμάζοντας, οὐκ ἤνεγκε τὸ μέγεθος τῆς χαρᾶς, ἀλλʼ
ἀπέθανεν αὐτοῦ πεσοῦσα παρὰ τὴν πύλην· ὅπου τέθαπται, καὶ καλεῖται βασκάνου τάφος, ὡς βασκάνῳ τινὶ
τύχῃ τὴν Πολυκρίτην φθονηθεῖσαν ἀπολαῦσαι τῶν τιμῶν. </p><p rend="indent">οὕτω μὲν οἱ Ναξίων συγγραφεῖς ἱστοροῦσιν ὁ <milestone n="254f" unit="stephpage" xml:id="stephpage-254f"/> δʼ Ἀριστοτέλης φησὶν οὐδʼ ἁλούσης τῆς Πολυκρίτης, ἄλλως δέ πως ἰδόντα τὸν
Διόγνητον ἐρασθῆναι καὶ πάντα διδόναι καὶ ποιεῖν ἕτοιμον εἶναι ʼ τὴν δʼ ὁμολογεῖν ἀφίξεσθαι πρὸς
αὐτόν, ἑνὸς μόνου τυχοῦσαν, περὶ οὗ τὸν Διόγνητον, ὥς φησιν ὁ φιλόσοφος, ὅρκον ᾔτησεν· ἐπεὶ δʼ
ὤμοσεν, ἠξίου τὸ Δήλιον αὐτῇ δοθῆναι Δήλιον γὰρ ἐκαλεῖτο τὸ χωρίον, ἄλλως δʼ οὐκ ἂν ἔφη συνελθεῖν. ὁ
δὲ καὶ διὰ τὴν ἐπιθυμίαν καὶ διὰ τὸν ὅρκον ἐξέστη καὶ παρέδωκε τῇ Πολυκρίτῃ τὸν τόπον, ἐκείνη δὲ
τοῖς πολίταις. ἐκ δὲ τούτου πάλιν εἰς ἴσον καταστάντες, ἐφʼ οἷς ἐβούλοντο<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἐβούλοντο</foreign> the preferred form: <foreign xml:lang="grc">ἠβούλοντο</foreign>.</note> πρὸς τοὺς Μιλησίους διελύθησαν.</p></div></div></body></text></TEI>