<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc3" type="edition" xml:lang="grc"><div n="15" subtype="section" type="textpart"><head>Μίκκα καὶ Μεγιστώ</head><p rend="indent">Ἀριστότιμος Ἠλείοις ἐπαναστὰς τύραννος ἴσχυε μὲν διʼ Ἀντιγόνου τοῦ βασιλέως, ἐχρῆτο δὲ τῇ
<milestone n="251a" unit="stephpage" xml:id="stephpage-251a"/>δυνάμει πρὸς οὐδὲν ἐπιεικὲς οὐδὲ
μέτριον καὶ γὰρ αὐτὸς ἦν φύσει θηριώδης, καὶ τοῖς φυλάττουσι τὴν ἀρχὴν καὶ τὸ σῶμα βαρβάροις μιγάσι
δουλεύων ὑπὸ φόβου, πολλὰ μὲν ὑβριστικὰ πολλὰ δʼ ὠμὰ τοὺς πολίτας ὑπʼ αὐτῶν περιεώρα πάσχοντας· οἷον
ἦν καὶ τὸ Φιλοδήμου πάθος. ἔχοντος γὰρ αὐτοῦ θυγατέρα καλὴν ὄνομα Μίκκαν ἐπεχείρησέ τις τῶν <pb xml:id="v.3.p.518"/> περὶ τὸν τύραννον ξεναγῶν ὄνομα Λεύκιος ὕβρει μᾶλλον ἢ ἔρωτι συγγενέσθαι· καὶ
πέμψας ἐκάλει τὴν παρθένον. οἱ μὲν οὖν γονεῖς τὴν ἀνάγκην <milestone n="251b" unit="stephpage" xml:id="stephpage-251b"/> ὁρῶντες ἐκέλευον βαδίζειν· ἡ δὲ παῖς οὖσα γενναία καὶ μεγαλόφρων ἐδεῖτο
τοῦ πατρὸς περιπλεκομένη καὶ καθικετεύουσα μᾶλλον αὐτὴν περιιδεῖν ἀποθανοῦσαν ἢ τὴν παρθενίαν
αἰσχρῶς καὶ παρανόμως ἀφαιρεθεῖσαν. καὶ διατριβῆς γενομένης, σπαργῶν καὶ μεθύων ὁ Λεύκιος αὐτὸς
ἐξανέστη μεταξὺ πίνων πρὸς ὀργήν καὶ τὴν Μίκκαν εὑρὼν ἐν τοῖς γόνασι τοῦ πατρὸς τὴν κεφαλὴν ἔχουσαν
ἐκέλευσεν αὐτῷ συνακολουθεῖν οὐ βουλομένης δὲ τὸ χιτώνιον περιρρήξας ἐμαστίγου γυμνήν, αὐτὴν μὲν
ἐγκαρτεροῦσαν σιωπῇ ταῖς ἀλγηδόσιν· ὁ δὲ πατὴρ καὶ ἡ μήτηρ. ὡς οὐδὲν ἀντιβολοῦντες καὶ δακρύοντες
<milestone n="251c" unit="stephpage" xml:id="stephpage-251c"/> ἐπέραινον, ἐτράποντο πρὸς θεῶν καὶ
ἀνθρώπων ἀνάκλησιν ὡς δεινὰ καὶ παράνομα πάσχοντες. ὁ δὲ βάρβαρος ἐκμανεὶς παντάπασιν ὑπὸ τοῦ θυμοῦ
καὶ μέθης ἀποσφάττει τὴν παρθένον, ὡς ἔτυχεν ἐν τοῖς κόλποις τοῦ πατρὸς ἔχουσα τὸ πρόσωπον. </p><p rend="indent">ἀλλʼ οὐδὲ τούτοις ὁ τύραννος ἐκάμπτετο, πολλοὺς δʼ ἀνῄρει καὶ πλείονας ἐφυγάδευεν ὀκτακόσιοι γοῦν
λέγονται καταφυγεῖν εἰς<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">εἰς</foreign> van Herwerden: <foreign xml:lang="grc">ἐπʼ</foreign>.</note>
Αἰτωλοὺς δεόμενοι τὰς γυναῖκας αὑτοῖς καὶ τὰ νήπια τῶν τέκνων κομίσασθαι παρὰ τοῦ τυράννου. ὀλίγῳ δʼ
ὕστερον αὐτὸς ἐκήρυξε τὰς βουλομένας γυναῖκας ἀπιέναι πρὸς τοὺς ἄνδρας, ὅσον βούλονται τῶν
γυναικείων χρημάτων ἐπιφερομένας. ἐπεὶ δὲ πάσας ᾔσθετο <milestone n="251d" unit="stephpage" xml:id="stephpage-251d"/> μεθʼ ἡδονῆς τὸ κήρυγμα δεδεγμένας ἐγένοντο γὰρ ὑπὲρ ἑξακοσίας<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ὑπὲρ ἑξακοσίας</foreign> Bernardakis: <foreign xml:lang="grc">ὑπὲρ
ἑξακόσιαι</foreign>.</note> τὸ πλῆθος, ἐκέλευσεν ἀθρόας <pb xml:id="v.3.p.520"/> ἡμέρᾳ ῥητῇ
βαδίζειν, ὡς τὴν ἀσφάλειαν αὐτὸς παρέξων. ἐνστάσης δὲ τῆς ἡμέρας, αἱ μὲν ἐπὶ τὰς πύλας ἠθροίζοντο τὰ
χρήματα συσκευασάμεναι, καὶ τῶν τέκνων τὰ μὲν ἐν ταῖς ἀγκάλαις φέρουσαι τὰ δʼ ἐπὶ τῶν ἁμαξῶν
ἔχουσαι, καὶ περιέμενον ἀλλήλας· ἄφνω δὲ πολλοὶ τῶν τοῦ τυράννου ἐπεφέροντο,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἐπεφέροντο</foreign>] <foreign xml:lang="grc">ἐπεφαίνοντο</foreign>
Cobet.</note> μένειν βοῶντες ἔτι πόρρωθεν. ὡς δʼ ἐγγὺς ἐγένοντο, τὰς μὲν γυναῖκας ἐκέλευον ἀναχωρεῖν
ὀπίσω, τὰ δὲ ζεύγη καὶ τὰς ἁμάξας ὑποστρέψαντες ἔωσαν εἰς αὐτὰς καὶ διὰ μέσων ἀφειδῶς <milestone n="251e" unit="stephpage" xml:id="stephpage-251e"/> διήλαυνον, οὔτʼ ἀκολουθεῖν οὔτε μένειν ἐῶντες
οὔτε τοῖς νηπίοις βοηθεῖν ἀπολλυμένοις τὰ μὲν γὰρ ἐκπίπτοντα τῶν ἁμαξῶν τὰ δʼ ὑποπίπτοντα
διεφθείροντο,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">διεφθείροντο</foreign>] <foreign xml:lang="grc">διεφθείρετο</foreign> Dinse,
wrongly.</note> βοῇ καὶ μάστιξιν ὥσπερ πρόβατα τῶν μισθοφόρων ἐπειγόντων ἀνατρεπομένας ὑπʼ ἀλλήλων,
ἕως εἰς τὸ δεσμωτήριον ἐνέβαλον ἁπάσας, τὰ δὲ χρήματα πρὸς τὸν Ἀριστότιμον ἀπεκομίσθη. </p><p rend="indent">χαλεπῶς δὲ τῶν Ἠλείων ἐπὶ τούτοις ἐχόντων, αἱ περὶ τὸν Διόνυσον ἱεραὶ γυναῖκες, ἃς ἑκκαίδεκα
καλοῦσιν, ἱκετηρίας καὶ στέμματα τῶν ἀπὸ τοῦ θεοῦ λαβοῦσαι περὶ τὴν ἀγορὰν ἀπήντησαν τῷ <milestone n="251f" unit="stephpage" xml:id="stephpage-251f"/>Ἀριστοτίμῳ, καὶ τῶν δορυφόρων ὑπʼ αἰδοῦς
διαστάντων, ἔστησαν τὸ πρῶτον σιωπῇ ὁσίως<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ὁσίως</foreign>] <foreign xml:lang="grc">καὶ ὁσίως</foreign>
Schellens.</note> προϊσχόμεναι τὰς ἱκετηρίας. ἐπεὶ δʼ ἐγένοντο φανεραὶ δεόμεναι καὶ παραιτούμεναι
τὴν ὀργὴν ὑπὲρ τῶν γυναικῶν, παροξυνθεὶς πρὸς τοὺς δορυφόρους καὶ κεκραγὼς ὅτι προσελθεῖν εἴασαν
αὐτὰς ἐποίησε τὰς μὲν ὠθοῦντας τὰς δὲ τύπτοντας <pb xml:id="v.3.p.522"/> ἐξελάσαι ἐκ τῆς ἀγορᾶς,
ἑκάστην δὲ δυσὶ ταλάντοις ἐζημίωσε. </p><p rend="indent">γενομένων δὲ τούτων, ἐν μὲν τῇ πόλει συνέστησε πρᾶξιν ἐπὶ τὸν τύραννον Ἑλλάνικος, ἀνὴρ διὰ γῆρας
ἤδη καὶ δύο τέκνων θάνατον ὡς οὐδὲν ἂν <milestone n="252a" unit="stephpage" xml:id="stephpage-252a"/> πράξας ὑπὸ τοῦ τυράννου περιορώμενος. ἐκ δʼ Αἰτωλίας διαπεράσαντες οἱ φυγάδες καταλαμβάνουσι τῆς
χώρας ἐπιτήδειον ἐμπολεμεῖν ἔρυμα τὴν Ἀμυμώνην, καὶ συχνοὺς προσεδέχοντο τῶν πολιτῶν ἐκ τῆς Ἤλιδος
ἀποδιδράσκοντας. ταῦτα δὲ δείσας ὁ Ἀριστότιμος εἰσῆλθε πρὸς τὰς γυναῖκας, καὶ νομίζων φόβῳ μᾶλλον ἢ
χάριτι διαπράξεσθαι προσέταττε πέμπειν καὶ γράφειν αὐτὰς τοῖς ἀνδράσιν ὅπως ἀπίωσιν ἐκ τῆς χώρας· εἰ
δὲ μή, κατασφάξειν ἠπείλει πάσας αἰκισάμενος καὶ προανελὼν <milestone n="252b" unit="stephpage" xml:id="stephpage-252b"/> τοὺς παῖδας. αἱ μὲν οὖν ἄλλαι, πολὺν χρόνον ἐφεστῶτος καὶ κελεύοντος
εἰπεῖν εἴ τι πράξουσι τούτων, οὐδὲν ἀπεκρίναντο πρὸς ἐκεῖνον, ἀλλὰ προσέβλεψαν ἀλλήλαις σιωπῇ καὶ
διένευσαν,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">διένευσαν</foreign> Wyttenbach: <foreign xml:lang="grc">διʼ
εὔνοιαν</foreign>.</note> ἀνθομολογούμεναι τὸ μὴ δεδιέναι μηδʼ ἐκπεπλῆχθαι τὴν ἀπειλήν. Μεγιστὼ δʼ ἡ
Τιμολέοντος γυνὴ καὶ διὰ τὸν ἄνδρα καὶ τὴν ἀρετὴν ἡγεμονικὴν ἔχουσα τάξιν, διαναστῆναι μὲν οὐκ
ἠξίωσεν οὐδʼ εἴασε τὰς ἄλλας· καθεζομένη δʼ ἀπεκρίνατο πρὸς αὐτόν, <q>εἰ μὲν ἦς
ἀνὴρ φρόνιμος, οὐκ ἂν διελέγου γυναιξὶ περὶ ἀνδρῶν, ἀλλὰ πρὸς ἐκείνους ἂν ὡς κυρίους ἡμῶν ἔπεμπες,
ἀμείνονας λόγους εὑρὼν <milestone n="252c" unit="stephpage" xml:id="stephpage-252c"/> ἢ διʼ ὧν ἡμᾶς
ἐξηπάτησας· εἰ δʼ αὐτὸς ἐκείνους <pb xml:id="v.3.p.524"/> πεῖσαι ἀπεγνωκὼς διʼ ἡμῶν ἐπιχειρεῖς
παραλογίζεσθαι, μήθʼ ἡμᾶς ἔλπιζε πάλιν ἐξαπατήσειν μήτʼ ἐκεῖνοι κακῶς οὕτω φρονήσειαν, ὥστε
φειδόμενοι παιδαρίων καὶ γυναικῶν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">γυναικῶν</foreign>] <foreign xml:lang="grc">γυναίων</foreign> S. A. Naber,
wrongly.</note> ἐγκαταλιπεῖν τὴν τῆς πατρίδος ἐλευθερίαν· οὐ γὰρ τοσοῦτο κακὸν αὐτοῖς ἡμᾶς ἀπολέσαι
μηδὲ νῦν ἔχοντας, ὅσον ἀγαθὸν ἐξελέσθαι τῆς σῆς ὠμότητος καὶ ὕβρεως τοὺς πολίτας.</q>
</p><p rend="indent">ταῦτα τῆς Μεγιστοῦς λεγούσης, οὐκ ἀνασχόμενος ὁ Ἀριστότιμος ἐκέλευσε τὸ παιδίον αὐτῆς ὡς
ἀποκτενῶν ἐν ὄψει κομισθῆναι. ζητούντων δὲ τῶν ὑπηρετῶν ἀναμεμιγμένον ἐν τοῖς ἄλλοις παίζουσι καὶ
διαπαλαίουσιν, ἡ μήτηρ ὀνομαστὶ <milestone n="252d" unit="stephpage" xml:id="stephpage-252d"/>
προσκαλεσαμένη, <q>δεῦρο,</q> ἔφη, <q>τέκνον, πρὶν αἰσθέσθαι
καὶ φρονεῖν ἀπαλλάγηθι τῆς πικρᾶς τυραννίδος· ὡς ἐμοὶ βαρύτερόν ἐστι δουλεύοντὰ σε παρʼ ἀξίαν ἐφορᾶν
ἢ ἀποθνήσκοντα.</q>
</p><p rend="indent">τοῦ δʼ Ἀριστοτίμου σπασαμένου τὴν μάχαιραν ἐπʼ αὐτὴν ἐκείνην καὶ μετʼ ὀργῆς ἐπιφερομένου, τῶν
συνήθων τις αὐτῷ Κύλων<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Κύλων</foreign>] <foreign xml:lang="grc">Κύλλων</foreign> in the Delphinian
inscription (Dittenberger<hi rend="superscript">3</hi> no. 423).</note> ὄνομα πιστὸς δοκῶν εἶναι,
μισῶν δὲ καὶ μετέχων τῆς συνωμοσίας τοῖς περὶ τὸν Ἑλλάνικον, ἀντέστη καὶ ἀπέστρεψε δεόμενος καὶ
λέγων ἀγεννὲς εἶναι καὶ γυναικῶδες <milestone n="252e" unit="stephpage" xml:id="stephpage-252e"/>
οὐκ ἀνδρὸς ἡγεμονικοῦ καὶ πράγμασι χρῆσθαι μεμαθηκότος τὸ ἔργον ὥστε μόλις ἔννουν γενόμενον τὸν
Ἀριστότιμον ἀπελθεῖν. </p><p rend="indent">γίγνεται δὲ σημεῖον αὐτῷ μέγα· μεσημβρία μὲν <pb xml:id="v.3.p.526"/> γὰρ ἦν καὶ μετὰ τῆς
γυναικὸς ἀνεπαύετο παρασκευαζομένων δὲ τῶν περὶ τὸ δεῖπνον, ἀετὸς μετέωρος ὤφθη δινούμενος ὑπὲρ τῆς
οἰκίας, εἶθʼ ὥσπερ ἐκ προνοίας καὶ στοχασμοῦ λίθον ἀφῆκεν εὐμεγέθη κατʼ ἐκεῖνο τῆς στέγης τὸ μέρος,
οὗ τὸ δωμάτιον ἦν, ἐν ᾧ κατακείμενος ἐτύγχανεν ὁ Ἀριστότιμος. ἅμα δʼ ἄνωθεν ψόφου μεγάλου καὶ
κραυγῆς ἔξωθεν ὑπὸ τῶν ἰδόντων τὸν ὄρνιν <milestone n="252f" unit="stephpage" xml:id="stephpage-252f"/> γενομένης, ἐκπλαγεὶς καὶ πυθόμενος τὸ γεγονὸς μετεπέμψατο μάντιν, ᾧ
χρώμενος διετέλει κατʼ ἀγοράν, καὶ διηρώτα περὶ τοῦ σημείου συντεταραγμένος. ὁ δʼ ἐκεῖνον μὲν
παρεκάλει ὡς τοῦ Διὸς αὐτὸν ἐξεγείροντος καὶ βοηθοῦντος, οἷς δʼ ἐπίστευε τῶν πολιτῶν ἔφρασεν ὅσον
οὔπω τὴν δίκην αἰωρουμένην ὑπὲρ κεφαλῆς ἐμπεσεῖσθαι τῷ τυράννῳ. διὸ καὶ τοῖς περὶ τὸν Ἑλλάνικον
ἔδοξε μὴ μέλλειν, ἀλλʼ ἐπιτίθεσθαι τῇ ὑστεραίᾳ. </p><p rend="indent">τῆς δὲ νυκτὸς Ἑλλάνικος ἐδόκει κατὰ τοὺς ὕπνους τῶν τεθνηκότων υἱῶν τὸν ἕτερον λέγειν αὐτῷ
παραστάντα, <q>τί πέπονθας, ὦ πάτερ, <milestone n="253a" unit="stephpage" xml:id="stephpage-253a"/> καθεύδων<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">πέπονθας ... καθεύδων</foreign>;] <foreign xml:lang="grc">πεπονθὼς ...
καθεύδεις</foreign>; Dinse.</note>; αὔριον δέ σε δεῖ τῆς πόλεως στρατηγεῖν.</q> οὗτός τε δὴ διὰ τὴν
ὄψιν εὐθαρσὴς γεγενημένος παρεκάλει τοὺς ἑταίρους,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἑταίρους</foreign> Wyttenbach: <foreign xml:lang="grc">ἑτέρους</foreign>.</note> ὃ τ’ Ἀριστότιμος πυθόμενος Κρατερὸν αὐτῷ βοηθοῦντα μετὰ πολλῆς δυνάμεως
ἐν Ὀλυμπίᾳ καταστρατοπεδεύειν, οὕτως ἐξεθάρσησεν, ὥστʼ ἄνευ δορυφόρων εἰς τὴν ἀγορὰν προελθεῖν μετὰ
τοῦ Κύλωνος. ὡς οὖν συνεῖδε τὸν καιρὸν Ἑλλάνικος, ὃ μὲν ἦν σημεῖον αὐτῷ πρὸς τοὺς μέλλοντας
ἐπιχειρεῖν συγκείμενον οὐκ ἔδωκε, <pb xml:id="v.3.p.528"/> λαμπρᾷ δὲ τῇ φωνῇ καὶ ἅμα τὰς χεῖρας
προτείνων <milestone n="253b" unit="stephpage" xml:id="stephpage-253b"/> ἀμφοτέρας, <q>τί μέλλετε,<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">μέλλετε</foreign>] Dinse would insert <foreign xml:lang="grc">ἔφη</foreign>
or <foreign xml:lang="grc">ἐβόησεν</foreign>.</note> ἄνδρες ἀγαθοί; καλὸν τὸ θέατρον ἐν μέσῳ τῆς
πατρίδος ἐναγωνίσασθαι.</q> πρῶτος μὲν οὖν ὁ Κύλων σπασάμενος τὸ ξίφος παίει τινὰ τῶν ἑπομένων τῷ
Ἀριστοτίμῳ Θρασυβούλου δὲ καὶ Λάμπιδος ἐξ ἐναντίας ἐπιφερομένων, ἔφθη μὲν ὁ Ἀριστότιμος εἰς τὸ τοῦ
Διὸς ἱερὸν καταφυγών ἐκεῖ δʼ ἀποκτείναντες αὐτὸν καὶ τὸ σῶμα προβαλόντες εἰς τὴν ἀγορὰν ἐκάλουν τοὺς
πολίτας ἐπὶ τὴν ἐλευθερίαν. οὐ μὴν ἔφθησάν γε πολὺ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">πολὺ</foreign> Cobet: <foreign xml:lang="grc">πολλοὶ</foreign>.</note> τὰς
γυναῖκας· εὐθὺς γὰρ ἐξέδραμον μετὰ χαρᾶς καὶ ὀλολυγμοῦ, καὶ περιστᾶσαι τοὺς ἄνδρας ἀνέδουν καὶ
κατέστεφον. εἶτα τοῦ πλήθους ἐπὶ τὴν οἰκίαν τοῦ τυράννου ῥυέντος, ἡ μὲν γυνὴ συγκλείσασα <milestone n="253c" unit="stephpage" xml:id="stephpage-253c"/> τὸν θάλαμον αὑτὴν ἀνήρτησε. δύο δʼ ἦσαν
αὐτῷ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">αὐτῷ</foreign>] <foreign xml:lang="grc">αὐτῇ</foreign> Dinse.</note>
θυγατέρες, παρθένοι μὲν ἔτι, κάλλισται δὲ τὴν ὄψιν, ἤδη γάμων ὥραν ἔχουσαι ταύτας συλλαβόντες εἷλκον
ἔξω πάντως μὲν ἀνελεῖν, αἰκίσασθαι δὲ καὶ καθυβρίσαι πρότερον ἐγνωκότες. ἀπαντήσασα δʼ ἡ Μεγιστὼ
μετὰ τῶν ἄλλων ἐβόα δεινὰ ποιεῖν αὐτούς, εἰ δῆμος ἀξιοῦντες εἶναι ταῦτα<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ταῦτα</foreign>] <foreign xml:lang="grc">ταὐτὰ</foreign> Cobet, omitting
<foreign xml:lang="grc">ὅμοια</foreign>.</note> τολμῶσι καὶ ἀσελγαίνουσι τοῖς τυράννοις ὅμοια.
ἐντρεπομένων δὲ πολλῶν τὸ ἀξίωμα τῆς γυναικὸς παρρησιαζομένης καὶ δακρυούσης, ἔδοξεν ἀφελεῖν
<milestone n="253d" unit="stephpage" xml:id="stephpage-253d"/> τὴν ὕβριν, αὐτὰς δʼ ἐᾶσαι διʼ αὑτῶν
ἀποθανεῖν. </p><p rend="indent">ὡς δʼ οὖν ἀναστρέψαντες ἔνδον ἐκέλευον εὐθὺς ἀποθνήσκειν τὰς παρθένους, ἡ πρεσβυτέρα Μυρὼ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">Μυρὼ</foreign>] <foreign xml:lang="grc">Νοιρὼ</foreign> Cobet.</note> λύσασα
τὴν ζώνην καὶ βρόχον ἐνάψασα τὴν <pb xml:id="v.3.p.530"/> ἀδελφὴν κατησπάζετο καὶ παρεκάλει
προσέχειν καὶ ποιεῖν ἅπερ ἂν αὐτὴν θεάσηται ποιοῦσαν, <q>ὅπως ἄν,</q> ἔφη, <q>μὴ ταπεινῶς μηδʼ ἀναξίως ἑαυτῶν καταστρέψωμεν.</q> τῆς δὲ νεωτέρας δεομένης αὐτῇ
παρεῖναι προτέρᾳ ἀποθανεῖν καὶ τῆς ζώνης ἀντιλαμβανομένης, <q>οὐδὲν ἄλλο
πώποτʼ,</q> εἶπεν, <q>οὐδὲ ἓν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">οὐδὲ ἓν</foreign> F.C.B.: <foreign xml:lang="grc">οὐδὲν</foreign>.</note>
ἤρνημαί σοι δεομένῃ καὶ ταύτην <milestone n="253e" unit="stephpage" xml:id="stephpage-253e"/> οὖν
λαβὲ τὴν χάριν, ἐγὼ δʼ ὑπομενῶ καὶ τλήσομαι τοῦ θανάτου βαρύτερον, τὸ σέ, φιλτάτη, προτέραν ἰδεῖν
ἀποθνήσκουσαν.</q> ἐκ τούτου τὴν μὲν ἀδελφὴν αὐτὴ διδάξασα τῷ τραχήλῳ περιβαλέσθαι τὸν βρόχον, ὡς
ᾔσθετο τεθνηκυῖαν, καθεῖλε καὶ κατεκάλυψεν· αὐτὴ<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">αὐτὴ</foreign> F.C.B.: <foreign xml:lang="grc">αὐτὴν</foreign>.</note> δὲ
τὴν Μεγιστὼ παρεκάλεσεν ἐπιμεληθῆναι, καὶ μὴ περιιδεῖν αἰσχρῶς, ἐπειδὰν ἀποθάνῃ, τεθεῖσαν ὥστε
μηδένα πικρὸν μηδὲ μισοτύραννον οὕτω γενέσθαι τῶν παρόντων, ὃς οὐκ ἔκλαυσεν οὐδὲ κατηλέησε τὴν τῶν
παρθένων εὐγένειαν. </p><p rend="indent">τῶν μὲν οὖν κοινῇ πεπραγμένων γυναιξὶ μυρίων ὄντων ἱκανὰ ταῦτα παραδείγματα· τὰς δὲ καθʼ
<milestone n="253f" unit="stephpage" xml:id="stephpage-253f"/> ἑκάστην ἀρετάς, ὅπως ἂν ἐπίῃ,
σποράδην ἀναγράψομεν, οὐδὲν οἰόμενοι τῆς κατὰ χρόνον τάξεως δεῖσθαι τὴν ὑποκειμένην ἱστορίαν.</p></div></div></body></text></TEI>