<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc3" type="edition" xml:lang="grc"><div n="12" subtype="section" type="textpart"><head>Κεῖαι</head><p rend="indent">ταῖς Κείων<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">κειαι. Κείων</foreign> Cobet: <foreign xml:lang="grc">κιαι.
Κίων</foreign>.</note> παρθένοις ἔθος ἦν εἰς ἱερὰ δημόσια συμπορεύεσθαι καὶ διημερεύειν μετʼ
ἀλλήλων, οἱ <pb xml:id="v.3.p.510"/> δὲ μνηστῆρες ἐθεῶντο παιζούσας καὶ χορευούσας· ἑσπέρας δὲ πρὸς
ἑκάστην ἀνὰ μέρος βαδίζουσαι διηκονοῦντο τοῖς ἀλλήλων γονεῦσι καὶ ἀδελφοῖς ἄχρι τοῦ καὶ τοὺς πόδας
ἀπονίζειν. ἤρων πολλάκις μιᾶς πλείονες οὕτω κόσμιον ἔρωτα καὶ νόμιμον, ὥστε τῆς κόρης ἐγγυηθείσης
ἑνὶ τοὺς ἄλλους εὐθὺς πεπαῦσθαι. κεφάλαιον δὲ τῆς εὐταξίας τῶν <milestone n="249e" unit="stephpage" xml:id="stephpage-249e"/> γυναικῶν, τὸ μήτε μοιχείαν μήτε φθορὰν ἀνέγγυον ἐτῶν ἑπτακοσίων
μνημονεύεσθαι παρʼ αὐτοῖς γενομένην.</p></div></div></body></text></TEI>