<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg083.perseus-grc3" type="edition" xml:lang="grc"><div n="10" subtype="section" type="textpart"><head>Σαλματίδες</head><p rend="indent"><milestone n="248e" unit="stephpage" xml:id="stephpage-248e"/>Ἀννίβα δὲ τοῦ Βάρκα, πρὶν ἐπὶ Ῥωμαίους
στρατεύειν, ἐν Ἰβηρίᾳ πόλει μεγάλῃ Σαλματικῇ προσμαχομένου, πρῶτον μὲν ἔδεισαν οἱ πολιορκούμενοι καὶ
συνέθεντο ποιήσειν τὸ προσταττόμενον, Ἀννίβᾳ τριακόσια δόντες ἀργυρίου τάλαντα καὶ τριακοσίους
ὁμήρους. ἀνέντος δὲ τὴν πολιορκίαν ἐκείνου, μεταγνόντες οὐδὲν ἔπραττον ὧν <pb xml:id="v.3.p.506"/>
ὡμολόγησαν <milestone n="248f" unit="stephpage" xml:id="stephpage-248f"/>. αὖθις οὖν ἐπιστρέψαντος
αὐτοῦ καὶ τοὺς στρατιώτας ἐπὶ διαρπαγῇ χρημάτων κελεύσαντος ἐπιχειρεῖν τῇ πόλει, παντάπασι
καταπλαγέντες οἱ βάρβαροι συνεχώρησαν ἐξελθεῖν ἐν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἐν</foreign>] <foreign xml:lang="grc">ἑνὶ</foreign> Polyaenus, <title rend="italic">Strategemata</title>, vii. 48: <foreign xml:lang="grc">ἐν ἑνὶ</foreign> van Herwerden;
but <foreign xml:lang="lat">cf</foreign>.<title xml:lang="lat" rend="italic"> Moralia</title>, 276
d, and Polyaenus, <title rend="italic">Strategemata</title>, v. 19 and viii. 64, all of which have
<foreign xml:lang="grc">ἐν</foreign> only.</note> ἱματίῳ τοὺς ἐλευθέρους, ὅπλα καὶ χρήματα καὶ
ἀνδράποδα καὶ τὴν πόλιν καταλιπόντας, αἱ δὲ γυναῖκες οἰόμεναι τῶν μὲν ἀνδρῶν φωράσειν ἕκαστον
ἐξιόντα τοὺς πολεμίους, αὐτῶν δʼ οὐκ ἂν ἅψασθαι, ξίφη λαβοῦσαι καὶ ἀποκρύψασαι συνεξέπιπτον τοῖς
ἀνδράσιν. ἐξελθόντων δὲ πάντων ὁ Ἀννίβας φρουρὰν Μασαισυλίων ἐπιστήσας ἐν τῷ προαστείῳ συνεῖχεν
αὐτούς, οἱ δʼ ἄλλοι τὴν πόλιν ἀτάκτως ἐμπεσόντες διήρπαζον. πολλῶν δʼ ἀγομένων, οἱ Μασαισύλιοι
καρτερεῖν οὐκ ἐδύναντο<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἐδύναντο</foreign> the preferable form: <foreign xml:lang="grc">ἠδύναντο</foreign>.</note>
<milestone n="249a" unit="stephpage" xml:id="stephpage-249a"/> βλέποντες οὐδὲ τῇ φυλακῇ τὸν νοῦν
προσεῖχον, ἀλλʼ ἠγανάκτουν καὶ ἀπεχώρουν ὡς μεθέξοντες τῆς ὠφελείας. ἐν τούτῳ δʼ αἱ γυναῖκες
ἐμβοήσασαι τοῖς ἀνδράσι τὰ ξίφη παρέδοσαν, ἔνιαι δὲ καὶ διʼ ἑαυτῶν ἐπετίθεντο τοῖς φρουροῦσι· μία δὲ
καὶ λόγχην ἐξαρπάσασα Βάνωνος τοῦ ἑρμηνέως αὐτὸν ἐκεῖνον ἔπαισεν ἔτυχε δὲ τεθωρακισμένος· τῶν δʼ
ἄλλων τοὺς μὲν καταβαλόντες, τοὺς δὲ τρεψάμενοι, διεξέπεσον ἀθρόοι μετὰ τῶν γυναικῶν. πυθόμενος δʼ ὁ
Ἀννίβας καὶ διώξας τοὺς μὲν καταλειφθέντας εἷλεν<note xml:lang="eng" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">καταλειφθέντας εἷλεν</foreign>] <foreign xml:lang="grc">καταληφθέντας</foreign> Hatzidakis, <foreign xml:lang="grc">ἀνεῖλεν</foreign> van Herwerden, would
perhaps make Hannibal too bloodthirsty.</note>· οἱ δὲ τῶν ὀρῶν ἐπιλαβόμενοι <milestone n="249b" unit="stephpage" xml:id="stephpage-249b"/> παραχρῆμα μὲν διέφυγον, ὕστερον δὲ πέμψαντες ἱκετηρίαν
εἰς τὴν πόλιν ὑπʼ αὐτοῦ κατήχθησαν, ἀδείας καὶ φιλανθρωπίας τυχόντες. <pb xml:id="v.3.p.508"/>
</p></div></div></body></text></TEI>