γυναικῶν ἀρεταί περὶ ἀρετῆς, ὦ Κλέα, γυναικῶν οὐ τὴν αὐτὴν τῷ Θουκυδίδῃ γνώμην ἔχομεν. ὁ μὲν γάρ, ἧς ἂν ἐλάχιστος ᾖ παρὰ τοῖς ἐκτὸς ψόγου πέρι ἢ ἐπαίνου λόγος, ἀρίστην ἀποφαίνεται, καθάπερ τὸ σῶμα καὶ τοὔνομα τῆς ἀγαθῆς γυναικὸς οἰόμενος δεῖν κατάκλειστον εἶναι καὶ ἀνέξοδον. ἡμῖν δὲ κομψότερος μὲν ὁ Γοργίας φαίνεται, κελεύων μὴ τὸ εἶδος ἀλλὰ τὴν δόξαν εἶναι πολλοῖς γνώριμον τῆς γυναικός· ἄριστα δʼ ὁ Ῥωμαίων δοκεῖ νόμος ἔχειν, ὥσπερ ἀνδράσι καὶ γυναιξὶ δημοσίᾳ μετὰ τὴν τελευτὴν τοὺς προσήκοντας ἀποδιδοὺς ἐπαίνους. διὸ καὶ Λεοντίδος τῆς ἀρίστης ἀποθανούσης, εὐθύς τε μετὰ σοῦ τότε πολὺν λόγον εἴχομεν οὐκ ἀμοιροῦντα παραμυθίας φιλοσόφου, καὶ νῦν, ὡς ἐβουλήθης, ἐβουλήθης the preferable form: ἠβουλήθης . τὰ ὑπόλοιπα τῶν λεγομένων εἰς ʼτὸ μίαν εἶναι καὶ τὴν αὐτὴν ἀνδρὸς καὶ γυναικὸς ἀρετὴν προσανέγραψά σοι, τὸ ἱστορικὸν ἀποδεικτικὸν ἔχοντα καὶ πρὸς ἡδονὴν μὲν ἀκοῆς οὐ συντεταγμένα συντεταγμένα the Basel edition of 1542: συντεταγμένην . εἰ δὲ τῷ πείθοντι καὶ τὸ τέρπον ἔνεστι φύσει τοῦ παραδείγματος, οὐ φεύγει χάριν ἀποδείξεως συνεργὸν ὁ λόγος οὐδʼ αἰσχύνεται ταῖς Μούσαις τὰς Χάριτας συγκαταμιγνὺς καλλίσταν ταῖς Μούσαις τὰς Χάριτας ... καλλίσταν ] τὰς Χάριτας [ ταῖς ] Μούσαις ... ἁδίσταν Euripides mss.: καλλίστην Plut. mss. συζυγίαν, ὡς Εὐριπίδης φησίν, ἐκ τοῦ φιλοκάλου μάλιστα τῆς ψυχῆς ἀναδούμενος τὴν πίστιν. φέρε γάρ, εἰ λέγοντες τὴν αὐτὴν εἶναι ζωγραφίαν ἀνδρῶν καὶ γυναικῶν παρειχόμεθα τοιαύτας γραφὰς γυναικῶν, οἵας Ἀπελλῆς ἀπολέλοιπεν ἢ Ζεῦξις ἢ Νικόμαχος, ἆρʼ ἄν τις ἐπετίμησεν ἡμῖν, ὡς τοῦ χαρίζεσθαι καὶ ψυχαγωγεῖν μᾶλλον ἢ τοῦ πείθειν στοχαζομένοις; ἐγὼ μὲν οὐκ οἶμαι. τί δέ; ἐὰν ποιητικὴν πάλιν ἢ μαντικὴν μαντικὴν Cobet: μιμητικὴν . ἀποφαίνοντες οὐχ ἑτέραν μὲν ἀνδρῶν ἑτέραν δὲ γυναικῶν οὖσαν, ἀλλὰ τὴν αὐτήν, τὰ Σαπφοῦς μέλη τοῖς Ἀνακρέοντος ἢ τὰ Σιβύλλης λόγια τοῖς Βάκιδος ἀντιπαραβάλλωμεν, ἀντιπαραβάλλωμεν Dinse: ἀντιπαραβάλλοιμεν . ἕξει τις αἰτιάσασθαι δικαίως τὴν ἀπόδειξιν, ὅτι χαίροντα καὶ τερπόμενον ἐπάγει τῇ πίστει τὸν ἀκροατήν; οὐδὲ τοῦτʼ ἂν εἴποις. καὶ μὴν οὐκ ἔστιν ἀρετῆς γυναικείας καὶ ἀνδρείας ὁμοιότητα καὶ διαφορὰν ἂλλοθεν καταμαθεῖν μᾶλλον, ἢ βίους βίοις καὶ πράξεσι πράξεις ὥσπερ ἔργα μεγάλης τέχνης παρατιθέντας ἅμα καὶ σκοποῦντας, εἰ τὸν αὐτὸν ἔχει χαρακτῆρα καὶ τύπον ἡ Σεμιράμεως μεγαλοπραγμοσύνη τῇ Σεσώστριος ἢ ἡ Τανακυλλίδος σύνεσις τῇ Σερουίου τοῦ βασιλέως, ἢ τὸ Πορκίας φρόνημα τῷ Βρούτου καὶ τὸ Πελοπίδου τῷ Τιμοκλείας, κατὰ τὴν κυριωτάτην κοινότητα κοινότητα Meziriacus: καινότητα . καὶ δύναμιν· ἐπειδὴ διαφοράς γέ τινας ἑτέρας, ὥσπερ χροιὰς ἰδίας, αἱ ἀρεταὶ διὰ τὰς φύσεις λαμβάνουσι καὶ συνεξομοιοῦνται τοῖς ὑποκειμένοις ἔθεσι καὶ κράσεσι σωμάτων καὶ τροφαῖς καὶ διαίταις· ἄλλως γὰρ ἀνδρεῖος ὁ Ἀχιλλεὺς ἄλλως ὁ Αἴας· καὶ φρόνησις Ὀδυσσέως οὐχ ὁμοία τῇ Νέστορος οὐδὲ δίκαιος ὡσαύτως Κάτων καὶ Ἀγησίλαος, οὐδὲ Εἰρήνη φίλανδρος ὡς Ἄλκηστις οὐδὲ Κορνηλία μεγαλόφρων ὡς Ὀλυμπιάς. ἀλλὰ μὴ παρὰ τοῦτο πολλὰς καὶ διαφόρους ποιῶμεν ἀνδρείας καὶ φρονήσεις καὶ δικαιοσύνας, ἂν μόνον τοῦ λόγου τοῦ οἰκείου μηδεμίαν αἱ καθʼ ἕκαστον ἀνομοιότητες ἐκβιβάζωσι. ἐκβιβάζωσι Wyttenbach: ἐκβιάζωσι . τὰ μὲν οὖν ἄγαν περιβόητα καὶ ὅσων οἶμαί σε βεβαίως βεβαίως F.C.B. (note the same slip in the mss. in 243 b): βεβαἱοις βιβλίοις ἐντυχοῦσαν ἱστορίαν ἔχειν καὶ γνῶσιν ἤδη παρήσω· πλὴν εἰ μή τινα τοὺς τὰ κοινὰ καὶ δεδημευμένα πρὸ ἡμῶν ἱστορήσαντας ἀκοῆς ἄξια διαπέφευγεν. ἐπεὶ δὲ πολλὰ καὶ κοινῇ καὶ ἰδίᾳ γυναιξὶν ἄξια λόγου πέπρακται, βραχέα τῶν κοινῶν οὐ χεῖρόν ἐστι προϊστορῆσαι. Τρωιάδες τῶν ἀπʼ Ἰλίου περὶ τὴν ἅλωσιν ἐκφυγόντων οἱ πλεῖστοι χειμῶνι χρησάμενοι, καὶ διʼ ἀπειρίαν τοῦ πλοῦ καὶ ἄγνοιαν τῆς θαλάττης ἀπενεχθέντες εἰς τὴν Ἰταλίαν καὶ περὶ τὸν Θύμβριν ποταμὸν ὅρμοις καὶ ναυλόχοις ἀναγκαίοις μόλις ὑποδραμόντες, αὐτοὶ μὲν ἐπλανῶντο περὶ τὴν χώραν φραστήρων δεόμενοι, ταῖς δὲ γυναιξὶν ἐμπίπτει λογισμός, ὡς ἡτισοῦν ἵδρυσις ἐν γῇ πάσης πάσης Xylander: πάσῃ . πλάνης καὶ ναυτιλίας εὖ τε καὶ καλῶς πράττουσιν ἀνθρώποις ἀμείνων ἐστί, καὶ πατρίδα δεῖ δεῖ Xylander: δὲ . ποιεῖν αὐτούς, ἀπολαβεῖν ἣν ἀπολωλέκασι μὴ δυναμένους. ἐκ δὲ τούτου συμφρονήσασαι κατέφλεξαν τὰ πλοῖα, μιᾶς καταρξαμένης ὥς φασι Ῥώμης. πράξασαι δὲ ταῦτα τοῖς ἀνδράσιν ἀπήντων βοηθοῦσι πρὸς τὴν θάλατταν, καὶ φοβούμεναι τὴν ὀργὴν αἱ μὲν ἀνδρῶν αἱ δʼ οἰκείων ἀντιλαμβανόμεναι καὶ καταφιλοῦσαι λιπαρῶς, ἐξεπράυναν τῷ τρόπῳ τῆς φιλοφροσύνης. διὸ καὶ γέγονε καὶ παραμένει ταῖς Ῥωμαίων γυναιξὶν ἔτι νῦν ἔθος ἀσπάζεσθαι μετὰ τοῦ καταφιλεῖν τοὺς κατὰ γένος προσήκοντας αὐταῖς. συνιδόντες γὰρ ὡς ἔοικε τὴν ἀνάγκην οἱ Τρῶες καὶ ἅμα πειρώμενοι τῶν ἐγχωρίων, εὐμενῶς καὶ φιλανθρώπως προσδεχομένων, ἠγάπησαν τὸ πραχθὲν ὑπὸ τῶν γυναικῶν καὶ συγκατῴκησαν αὐτόθι τοῖς Λατίνοις. Φωκίδες τὸ δὲ τῶν Φωκίδων ἐνδόξου μὲν οὐ τετύχηκε συγγραφέως, οὐδενὸς δὲ τῶν γυναικείων ἔλαττον εἰς ἀρετήν ἐστι, μαρτυρούμενον ἱεροῖς τε μεγάλοις, ἃ δρῶσι Φωκεῖς ἔτι νῦν περὶ Ὑάμπολιν, καὶ δόγμασι παλαιοῖς, ὧν τὸ μὲν καθʼ ἕκαστον τῆς πράξεως ἐν τῷ Δαϊφάντου βίῳ γέγραπται, τὸ δὲ τῶν γυναικῶν τοιοῦτόν ἐστιν. ἄσπονδος ἦν Θετταλοῖς πρὸς Φωκέας πόλεμος· οἱ μὲν γὰρ ἄρχοντας αὐτῶν καὶ τυράννους ἐν ταῖς Φωκικαῖς πόλεσιν ἡμέρᾳ μιᾷ πάντας ἀπέκτειναν, οἱ δὲ πεντήκοντα καὶ διακοσίους ἐκείνων ὁμήρους κατηλόησαν εἶτα πανστρατιᾷ διὰ Λοκρῶν ἐνέβαλον, δόγμα θέμενοι μηδενὸς φείδεσθαι τῶν ἐν ἡλικίᾳ, παῖδας δὲ καὶ γυναῖκας ἀνδραποδίσασθαι. Δαΐφαντος οὖν ὁ Βαθυλλίου, τρίτος αὐτὸς ἄρχων, ἔπεισε τοὺς Φωκεῖς μὲν αὐτοὺς μὲν αὐτοὺς ] αὐτοὺς μὲν Dinse. ἀπαντήσαντας τοῖς Θετταλοῖς μάχεσθαι, τὰς δὲ γυναῖκας ἅμα τοῖς τέκνοις εἰς ἕνα που τόπον συναγαγόντας ἐξ ἁπάσης τῆς Φωκίδος, ὕλην τε περινῆσαι ξύλων καὶ φυλακὰς καταλιπεῖν, πρόσταγμα δόντας, ἂν αἴσθωνται νικωμένους αὐτούς, κατὰ τάχος τὴν ὕλην ἀνάψαι καὶ καταπρῆσαι τὰ σώματα. ψηφισαμένων δὲ ταῦτα τῶν ἄλλων, εἷς ἐξαναστὰς ἔφη δίκαιον εἶναι ταῦτα συνδοκεῖν καὶ ταῖς γυναιξίν· εἰ δὲ μή, χαίρειν ἐᾶν καὶ μὴ προσβιάζεσθαι. τούτου τοῦ λόγου διελθόντος εἰς τὰς γυναῖκας, αὐταὶ καθʼ ἑαυτὰς συνελθοῦσαι ταὐτὰ ταὐτὰ Duebner: ταῦτα . ἐψηφίσαντο καὶ τὸν Δαΐφαντον ἀνέδησαν, ὡς τὰ ἄριστα τῇ Φωκίδι βεβουλευμένον τὰ δʼ αὐτὰ καὶ τοὺς παῖδας ἰδίᾳ φασὶν ἐκκλησιάσαντας ἐπιψηφίσασθαι. πραχθέντων δὲ τούτων, συμβαλόντες οἱ Φωκεῖς περὶ Κλεωνὰς τῆς Ὑαμπόλιδος ἐνίκησαν. τὸ μὲν οὖν ψήφισμα Φωκέων Ἀπόνοιαν οἱ Ἕλληνες ὠνόμασαν ἑορτὴν δʼ ἐκ πασῶν μεγίστην τὰ Ἐλαφηβόλια μέχρι νῦν τῇ Ἀρτέμιδι τῆς νίκης ἐκείνης ἐν Ὑαμπόλιδι τελοῦσιν. Χῖαι Χῖοι Λευκωνίαν ἐπῴκισαν ἐπῴκισαν Xylander: ἐπῴκησαν . ἐκ τοιαύτης αἰτίας. ἐγάμει τις ἐν Χίῳ τῶν δοκούντων γνωρίμων γνωρίμων ] γεωμόρων S. A. Naber wrongly. εἶναι ἀγομένης δὲ τῆς νύμφης ἐπὶ ζεύγους, ὁ βασιλεὺς Ἵπποκλος, ἐπιτήδειος ὢν τῷ γαμοῦντι καὶ παρὼν ὥσπερ οἱ λοιποί, μέθης οὔσης καὶ γέλωτος, ἀνεπήδησεν ἐπὶ τὸ ζεῦγος, οὐδὲν ὑβριστικὸν πράξων, ἀλλʼ ἔθει κοινῷ καὶ παιδιᾷ χρώμενος· οἱ δὲ φίλοι τοῦ γαμοῦντος ἀπέκτειναν αὐτόν. μηνιμάτων δὲ τοῖς Χίοις προφαινομένων καὶ τοῦ θεοῦ κελεύσαντος τοὺς Ἵπποκλον ἀνελόντας ἀνελεῖν, ἅπαντες ἔφασαν Ἵπποκλον ἀνῃρηκέναι. πάντας οὖν αὖθις ὁ θεὸς ἐκέλευσε τὴν πόλιν ἐκλιπεῖν, εἰ πᾶσι τοῦ ἄγους μέτεστιν. οὕτω δὴ τοὺς αἰτίους καὶ μετασχόντας τοῦ φόνου καὶ συνεπαινέσαντας ἁμωσγέπως, οὐκ ὀλίγους γενομένους οὐδʼ ἀδυνάτους ὄντας, ἀπῴκισαν εἰς Λευκωνίαν, ἣν Κορωνεῖς ἀφελόμενοι πρότερον ἐκτήσαντο μετʼ Ἐρυθραίων. ὕστερον δὲ πολέμου πρὸς τοὺς Ἐρυθραίους αὐτοῖς γενομένου, μέγιστον Ἰώνων δυναμένους τότε, κἀκείνων ἐπὶ τὴν Λευκωνίαν στρατευσάντων ἀντέχειν μὴ δυνάμενοι, συνεχώρησαν ἐξελθεῖν ὑπόσπονδοι, χλαῖναν μίαν ἑκάστου καὶ ἱμάτιον ἄλλο δὲ μηδὲν ἔχοντος. αἱ δὲ γυναῖκες ἐκάκιζον αὐτούς, εἰ προέμενοι τὰ ὅπλα γυμνοὶ διὰ τῶν πολεμίων ἐξίασιν· ὀμωμοκέναι δὲ φασκόντων, ἐκέλευον αὐτοὺς τὰ μὲν ὅπλα μὴ καταλιπεῖν, λέγειν δὲ πρὸς τοὺς πολεμίους ὅτι χλαῖνα μέν ἐστι τὸ ξυστόν, χιτὼν δʼ ἡ ἀσπὶς, ἀνδρὶ θυμὸν ἔχοντι. πεισθέντων δὲ ταῦτα τῶν Χίων καὶ πρὸς τοὺς Ἐρυθραίους παρρησιαζομένων καὶ τὰ ὅπλα δεικνυόντων, ἐφοβήθησαν οἱ Ἐρυθραῖοι τὴν τόλμαν αὐτῶν καὶ οὐδεὶς προσῆλθεν οὐδʼ ἐκώλυσεν, ἀλλʼ ἠγάπησαν ἀπαλλαγέντων. οὗτοι μὲν οὖν θαρρεῖν διδαχθέντες ὑπὸ τῶν γυναικῶν οὕτως ἐσώθησαν. τούτου δʼ οὐδέν τι λειπόμενον ἔργον ἀρετῇ καὶ χρόνοις ὕστερον πολλοῖς ἐπράχθη ταῖς Χίων γυναιξίν, ὁπηνίκα Φίλιππος ὁ Δημητρίου πολιορκῶν τὴν πόλιν ἐκήρυξε κήρυγμα βάρβαρον καὶ ὑπερήφανον, ἀφίστασθαι τοὺς οἰκέτας πρὸς ἑαυτὸν ἐπʼ ἐλευθερίᾳ καὶ γάμῳ τῆς κεκτημένης, ὡς συνοικιῶν αὐτοὺς ταῖς τῶν δεσποτῶν γυναιξί. δεινὸν δʼ αἱ γυναῖκες καὶ ἄγριον θυμὸν λαβοῦσαι, μετὰ τῶν οἰκετῶν καὶ αὐτῶν συναγανακτούντων καὶ συμπαρόντων ὥρμησαν ἀναβαίνειν ἐπὶ τὰ τείχη, καὶ λίθους καὶ βέλη προσφέρουσαι καὶ παρακελευόμεναι καὶ προσλιπαροῦσαι προσλιπαροῦσαι ] προσταλαιπωροῦσαι Wyttenbach. τοῖς μαχομένοις, τέλος δʼ ἀμυνόμεναι καὶ βάλλουσαι τοὺς πολεμίους, ἀπεώσαντο τὸν Φίλιππον, οὐδενὸς δούλου τὸ παράπαν ἀποστάντος πρὸς αὐτόν. Ἀργεῖαι οὐδενὸς δʼ ἧττον ἔνδοξόν ἐστι τῶν κοινῇ διαπεπραγμένων γυναιξὶν ἔργων ὁ πρὸς Κλεομένη περὶ Ἄργους ἀγών, ὃν ἠγωνίσαντο, Τελεσίλλης τῆς ποιητρίας προτρεψαμένης. ταύτην δέ φασιν οἰκίας οὖσαν ἐνδόξου τῷ δὲ σώματι νοσηματικὴν εἰς θεοῦ θεοῦ Meziriacus: θεοὺς . πέμψαι περὶ ὑγιείας· καὶ χρησθὲν αὐτῇ Μούσας θεραπεύειν, πειθομένην τῷ τῷ idem : τῇ . θεῷ καὶ ἐπιθεμένην ἐν ᾠδῇ καὶ ἁρμονίᾳ τοῦ τε πάθους ἀπαλλαγῆναι ταχὺ καὶ θαυμάζεσθαι διὰ ποιητικὴν ὑπὸ τῶν γυναικῶν. ἐπεὶ δὲ Κλεομένης ὁ βασιλεὺς τῶν Σπαρτιατῶν πολλοὺς ἀποκτείνας οὐ μήν, ὡς ἔνιοι μυθολογοῦσιν, ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑπτακοσίους πρὸς ἑπτακισχιλίοις ἐβάδιζε πρὸς τὴν πόλιν, ὁρμὴ καὶ τόλμα δαιμόνιος παρέστη ταῖς ἀκμαζούσαις τῶν γυναικῶν ἀμύνεσθαι τοὺς πολεμίους ὑπὲρ τῆς πατρίδος. ἡγουμένης δὲ τῆς Τελεσίλλης, ὅπλα λαμβάνουσι καὶ παρʼ ἔπαλξιν ἱστάμεναι κύκλῳ τὰ τείχη περιέστεψαν, ὥστε θαυμάζειν τοὺς πολεμίους. τὸν μὲν οὖν Κλεομένη πολλῶν πεσόντων ἀπεκρούσαντο· τὸν δʼ ἕτερον βασιλέα Δημάρατον, ὡς Σωκράτης φησίν, ἐντὸς γενόμενον καὶ κατασχόντα τὸ Παμφυλιακὸν ἐξέωσαν, οὕτω δὲ τῆς πόλεως περιγενομένης, τὰς μὲν πεσούσας ἐν τῇ μάχῃ τῶν γυναικῶν ἐπὶ τῆς ὁδοῦ τῆς Ἀργείας ἔθαψαν, ταῖς δὲ σωθείσαις ὑπόμνημα τῆς ἀριστείας ἔδοσαν ἱδρύσασθαι τὸν Ἐνυάλιον. τὴν δὲ μάχην οἱ μὲν ἑβδόμῃ λέγουσιν ἱσταμένου μηνός, οἱ δὲ νουμηνίᾳ γενέσθαι τοῦ νῦν μὲν τετάρτου, πάλαι δὲ Ἑρμαίου παρʼ Ἀργείοις, καθʼ ἣν μέχρι νῦν τὰ Ὑβριστικὰ τελοῦσι, γυναῖκας μὲν ἀνδρείοις χιτῶσι καὶ χλαμύσιν, ἄνδρας δὲ πέπλοις γυναικῶν καὶ καλύπτραις ἀμφιεννύντες. ἐπανορθούμενοι δὲ τὴν ὀλιγανδρίαν, οὐχ ὡς Ἡρόδοτος ἱστορεῖ τοῖς δούλοις, ἀλλὰ τῶν περιοίκων ποιησάμενοι πολίτας τοὺς ἀρίστους, συνῴκισαν τὰς γυναῖκας· ἐδόκουν δὲ καὶ τούτους ἀτιμάζειν καὶ περιορᾶν ἐν τῷ συγκαθεύδειν ὡς χείρονας. ὅθεν ἔθεντο νόμον τὸν κελεύοντα πώγωνα δεῖν ἐχούσας ἐχούσας ] ἔχουσι E. Kurtz misses the irony! συναναπαύεσθαι τοῖς ἀνδράσι τὰς γεγαμημένας.