προστάξαντος δέ ποτε αὐτῇ τοῦ πατρὸς δοῦναί τινι σῖτον εἰς μισθοῦ λόγον, καὶ προστιθέντος ἐδίδαξε γάρ με τὸν οἶνον χρηστὸν ποιεῖν, οὐκοῦν, ὦ πάτερ ἔφη ὃ τʼ οἶνος πλείων ἐκποθήσεται καὶ οἱ πίνοντες θρυπτικώτεροι καὶ χείρονες ἔσονται.