ὅτε ἄγγελος ἦλθεν ἐκ Κρήτης τὸν Ἀκροτάτου θάνατον ἀπαγγέλλων, οὐκ ἔμελλεν, ἔφη, πρὸς τοὺς πολεμίους ἥκων ἢ αὐτὸς ὑπʼ ἐκείνων ἀποθανεῖσθαι ἢ κατακανεῖν κατακανεῖν F.C.B.: κατακαίνειν . ἐκείνους; ἥδιον δʼ ἀκούειν ὅτι ἀπέθανε καὶ ἑαυτῆς καὶ τῆς πόλεως ἀξίως καὶ τῶν προγόνων, ἢ εἰ ἔζη τὸν ἅπαντα χρόνον κακὸς ὤν.