<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg082a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="41" subtype="section" type="textpart"><p rend="indent">ἓν δέ τι τῶν καλῶν καὶ μακαρίων ἐδόκει <milestone n="25" unit="tlnum"/> παρεσκευακέναι τοῖς πολίταις ὁ Λυκοῦργος ἀφθονίαν σχολῆς· τέχνης μὲν γὰρ ἅψασθαι βαναύσου τὸ παράπαν οὐκ ἐξῆν· χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος <pb xml:id="v.2.p.189"/> ἐργώδη καὶ πραγματείας <note xml:lang="lat" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">πραγματείας</foreign>] <foreign xml:lang="grc">πραγματείαν</foreign> Vit. Lyc. c. 24</note> οὐδʼ ὁτιοῦν ἔδει διὰ τὸ <milestone n="239e" unit="stephpage" xml:id="stephpage-239e"/> κομιδῇ τὸν πλοῦτον ἄζηλον πεποιηκέναι καὶ ἄτιμον. οἱ δʼ εἵλωτες αὐτοῖς εἰργάζοντο τὴν γῆν ἀποφέροντες <note xml:lang="lat" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἀποφέροντες</foreign> Turnebus</note> ἀποφορὰν τὴν ἄνωθεν ἱσταμένην. ἐπάρατον <note xml:lang="lat" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">ἐπάρατον</foreign>] <foreign xml:lang="grc">ἀπόρρητον</foreign> W</note> δʼ ἦν <milestone n="5" unit="tlnum"/> πλείονός τινα μισθῶσαι, ἵνα ἐκεῖνοι μὲν κερδαίνοντες ἡδέως ὑπηρετῶσιν, οὗτοι δὲ μὴ πλέον ἐπιζητῶσιν. </p></div><div n="42" subtype="section" type="textpart"><p rend="indent">ἀπείρητο δʼ αὐτοῖς ναύταις εἶναι καὶ ναυμαχεῖν ὕστερον μέντοι ἐναυμάχησαν, καὶ τῆς θαλάσσης <milestone n="10" unit="tlnum"/> κρατήσαντες πάλιν ἀπέστησαν, διαφθειρόμενα τὰ ἤθη τῶν πολιτῶν θεωροῦντες. ἀλλὰ πάλιν μετεβάλοντο καθάπερ ἐν τοῖς ἄλλοις πᾶσι· καὶ γὰρ χρημάτων <milestone n="239f" unit="stephpage" xml:id="stephpage-239f"/> συναχθέντων τοῖς· Λακεδαιμονίοις, οἱ συναγαγόντες θανάτῳ κατεδικάσθησαν. Ἀλκαμένει γὰρ καὶ <milestone n="15" unit="tlnum"/>Θεοπόμπῳ τοῖς βασιλεῦσι χρησμὸς ἐδόθη <quote rend="blockquote"> ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ. </quote> <note xml:lang="lat" anchored="true" place="unspecified" resp="editor">Leutsch. 2 p. 150</note> ἀλλʼ ὅμως Λύσανδρος ἑλὼν Ἀθηναίους πολὺν χρυσὸν καὶ ἄργυρον εἰσήγαγε, καὶ παρεδέξαντο καὶ ἐτίμησαν τὸν ἄνδρα. τοῖς μὲν οὖν Λυκούργου χρωμένη νόμοις <milestone n="20" unit="tlnum"/> ἡ πόλις καὶ τοῖς ὅρκοις ἐμμείνασα ἐπρώτευε τῆς Ἑλλάδος εὐνομίᾳ καὶ δόξῃ χρόνον ἐτῶν πεντακοσίων κατʼ ὀλίγον δὲ παραβαινομένων καὶ πλεονεξίας καὶ <milestone n="240a" unit="stephpage" xml:id="stephpage-240a"/> φιλοπλουτίας παρεισδυομένης, καὶ τὰ τῆς δυνάμεως ἠλαττοῦτο· καὶ οἱ σύμμαχοι διὰ ταῦτα δυσμενῶς <milestone n="25" unit="tlnum"/> εἶχον πρὸς αὐτούς. ὅμως οὕτως ἔχοντες μετὰ τὴν Φιλίππου τοῦ Μακεδόνος ἐν Χαιρωνείᾳ νίκην, <pb xml:id="v.2.p.190"/> πάντων αὐτὸν τῶν Ἑλλήνων ἡγεμόνα κατά τε γῆν καὶ κατὰ θάλατταν ἀναγορευσάντων, καὶ μεταξὺ δʼ Ἀλέξανδρον τὸν υἱὸν μετὰ τὴν Θηβαίων καταστροφήν, μόνοι Λακεδαιμόνιοι, καίπερ ἀτείχιστον πόλιν ἔχοντες <milestone n="5" unit="tlnum"/> καὶ ὀλίγοι πάνυ ὄντες διὰ τοὺς συνεχεῖς πολέμους καὶ πολὺ ἀσθενέστεροι καὶ εὐχείρωτοι γενόμενοι, πάνυ βραχέα τινὰ ζώπυρα διασῴζοντες τῆς Λυκούργου <milestone n="240b" unit="stephpage" xml:id="stephpage-240b"/> νομοθεσίας, οὔτε συνεστράτευσαν οὔτε τούτοις οὔτε τοῖς μεταξὺ Μακεδονικοῖς βασιλεῦσιν, οὔτʼ εἰς συνέδριον <milestone n="10" unit="tlnum"/> κοινὸν εἰσῆλθον οὔτε <note xml:lang="lat" anchored="true" place="unspecified" resp="editor"><foreign xml:lang="grc">οὔτε</foreign> *: <foreign xml:lang="grc">οὐδὲ</foreign> </note> φόρον ἤνεγκαν ἕως οὗ παντάπασιν ὑπεριδόντες; τὴν Λυκούργου νομοθεσίαν ὑπὸ τῶν ἰδίων πολιτῶν ἐτυραννεύθησαν μηδὲν ἔτι σῴζοντες τῆς πατρίου ἀγωγῆς, καὶ παραπλήσιοι τοῖς ἄλλοις γενόμενοι τὴν πρόσθεν εὔκλειαν καὶ παρρησίαν <milestone n="15" unit="tlnum"/> ἀπέθεντο καὶ εἰς δουλείαν μετέστησαν καὶ νῦν ὑπὸ Ῥωμαίοις καθάπερ οἱ ἄλλοι Ἕλληνες ἐγένοντο.</p></div></div></body></text></TEI>