τῶν πολιτῶν ὃς ἂν μὴ ὑπομείνῃ τὴν τῶν παίδων ἀγωγὴν οὐ μετεῖχε τῶν τῆς πόλεως δικαίων. ἔνιοι δʼ ἔφασαν, ὅτι καὶ τῶν ξένων ὃς ἂν ὑπομείνῃ τὴν τοιαύτην ἄσκησιν τῆς πολιτείας κατὰ τὸ βούλημα τοῦ Λυκούργου μετεῖχε τῆς ἀρχῆθεν διατεταγμένης μοίρας· πωλεῖν δʼ οὐκ ἐξῆν. τοῖς τῶν πλησίον οἰκέταις ὡς ἰδίοις χρῆσθαι ἔθος ἦν, εἴ που δέοιντο, καὶ κυσὶ καὶ ἵπποις, εἰ μὴ οἱ δεσπόται χρῄζοιεν· καὶ ἐν ἀγρῷ δὲ εἲ τίς τινος ἐλλιπὴς γενόμενος δεηθείη, ἀνοίξας καὶ βαστάσας τὰ ἐπιτήδεια τοῦ ἔχοντος, τὰ σημεῖα τὰ σημεῖα ] collocaverim post ἀνοίξας . cf. Xen. Reip. Lac. VI 4 σημηνάμενος κατέλειπεν. ἐν τοῖς πολέμοις φοινικίσιν ἐχρῶντο· ἅμα μὲν γὰρ ἡ χρόα ἐδόκει αὐτοῖς ἀνδρικὴ εἶναι, ἅμα δὲ τὸ αἱματῶδες τοῦ χρώματος πλείονα τοῖς ἀπείροις φόβον παρεῖχεν· παρεῖχεν *: παρέχειν καὶ τὸ μὴ εὐπερίφωρον δὲ τοῖς πολεμίοις εἶναι, ἐάν τις αὐτῶν πληγῇ, ἀλλὰ διαλανθάνειν διὰ τὸ ὁμόχρουν χρήσιμον. ὅταν στρατηγήματι τοὺς πολεμίους νικήσωσι, βοῦν τῷ Ἄρει θύουσιν· ὅταν δʼ ἐκ τοῦ φανεροῦ, ἀλεκτρυόνα· ἐθίζοντες τοὺς ἡγουμένους οὐ μόνον πολεμικοὺς ἀλλὰ καὶ στρατηγικοὺς εἶναι.