τριῶν οὖν χορῶν ὄντων κατὰ τὰς τρεῖς ἡλικίας καὶ συνισταμένων ἐν ταῖς ἑορταῖς, ὁ μὲν τῶν γερόντων ἀρχόμενος ᾖδεν ἄμμες ἄμμες *: ἄμες cf. Bergk. 3 p. 661 ποτʼ ἦμες ἄλκιμοι νεανίαι· εἶτα ὁ τῶν ἀκμαζόντων ἀνδρῶν ἔλεγεν ἀμειβόμενος ἄμμες δὲ γʼ ἐσμέν· αἰ δὲ λῇς, αὐγάζεο· ὁ δὲ τρίτος ὁ τῶν παίδων ἄμμες δὲ γʼ ἐσσόμεσθα πολλῷ κάρρονες· καὶ οἱ ἐμβατήριοι δὲ ῥυθμοὶ παρορμητικοὶ πρὸς ἀνδρείαν ἀνδρείαν ] ἀνδρείαν ἤσαν ? καὶ θαρραλεότητα καὶ ὑπερφρόνησιν θανάτου, οἷς ἐχρῶντο ἔν τε χοροῖς καὶ πρὸς αὐλὸν ἐπάγοντες τοῖς πολεμίοις. ὁ γὰρ Λυκοῦργος παρέζευξε τῇ κατὰ πόλεμον ἀσκήσει τὴν φιλομουσίαν, ὅπως τὸ ἄγαν πολεμικὸν τῷ ἐμμελεῖ κερασθὲν συμφωνίαν καὶ ἁρμονίαν ἔχῃ· διὸ καὶ ἐν ταῖς μάχαις προεθύετο ταῖς Μούσαις ὁ βασιλεύς, ἵνα λόγου ἀξίας παρέχωσι τὰς πράξεις οἱ μαχόμενοι καὶ μνήμης εὐκλεοῦς.