Σκιραφίδαν ἐζημίωσαν οἱ ἔφοροι, ὅτι ὑπὸ πολλῶν ἠδικεῖτο. Σακκοφόρον ἀνεῖλον, διότι παρυφὴν εἰς τὸν σάκκον ἐνέβαλεν. τὸν ἐκ τοῦ γυμνασίου νεανίσκον ἐπετίμων, ὅτι τὴν εἰς Πυλαίαν ὁδὸν ἠπίστατο, Κηφισοφῶντα, εἰπόντα περὶ τοῦ τυχόντος δύνασθαι ὅλην τὴν ἡμέραν λέγειν, ἐξέβαλον, φάμενοι τὸν ἀγαθὸν μυθητὰν δεῖν τοῖς πράγμασιν ἴσον τὸν λόγον ἔχειν. οἱ παῖδες παρʼ αὐτοῖς ξαινόμενοι μάστιξι διʼ ὅλης τῆς ἡμέρας ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθίας Ἀρτέμιδος μέχρι θανάτου πολλάκις διακαρτεροῦσιν ἱλαροὶ καὶ γαῦροι, ἁμιλλώμενοι περὶ νίκης πρὸς ἀλλήλους, ὅστις αὐτῶν ἐπὶ πλέον τε καὶ μᾶλλον καρτερήσειε τυπτόμενος· καὶ ὁ περιγενόμενος ἐν τοῖς μάλιστα ἐπίδοξός ἐστι. καλεῖται δὲ ἡ ἅμιλλα διαμαστίγωσις γίγνεται δὲ καθʼ ἕκαστον ἔτος.