ταῖς εὐχαῖς προστιθέασι τὸ ἀδικεῖσθαι δύνασθαι. εὐχὴ δʼ αὐτῶν διδόναι τὰ καλὰ ἐπὶ τοῖς ἀγαθοῖς, καὶ πλέον οὐδέν. Ἀφροδίτην σέβουσι τὴν ἐνόπλιον καὶ πάντας δὲ τοὺς θεοὺς θήλεις καὶ ἄρρενας λόγχας ἔχοντας ποιοῦνται, ὡς ἁπάντων τὴν πολεμικὴν ἀρετὴν ἐχόντων. ἐπιλέγουσι δὲ καὶ οἱ παροιμιαζόμενοι τὰν χεῖρα ποτιφέροντα τὰν τύχαν καλεῖν, ὡς δέον ἐπικαλεῖσθαι τοὺς θεοὺς μετὰ τοῦ ἐγχειρεῖν τι καὶ πράττειν, ἄλλως δὲ μή. τοῖς παισὶν ἐπεδείκνυον τοὺς εἵλωτας μεθύσαντες μεθύσαντες Wyttenbach, as is plain from the Life of Lycurgus , chap. xxviii. and the Life of Demetrius , chap. i.: μεθύσαντας . εἰς ἀποτροπὴν πολυοινίας.