ὅταν στρατηγήματι τοὺς πολεμίους νικήσωσι, βοῦν τῷ Ἄρει θύουσιν· ὅταν δʼ ἐκ τοῦ φανεροῦ, ἀλεκτρυόνα, ἐθίζοντες τοὺς ἡγουμένους οὐ μόνον πολεμικοὺς ἀλλὰ καὶ στρατηγικοὺς εἶναι. ταῖς εὐχαῖς προστιθέασι τὸ ἀδικεῖσθαι δύνασθαι.