τῶν πολιτῶν ὃς ἂν μὴ ὑπομείνῃ τὴν τῶν παίδων ἀγωγὴν οὐ μετεῖχε μετεῖχε ] μετέσχε would be preferable. E. Kurtz would read μετέχει , but the formal rules of grammar are not always observed! τῶν τῆς πόλεως δικαίων. ἔνιοι δʼ ἔφασαν ὅτι καὶ τῶν ξένων ὃς ἂν ὑπομείνῃ τὴν τοιαύτην ἄσκησιν τῆς πολιτείας κατὰ τὸ βούλημα τοῦ Λυκούργου μετεῖχε μετεῖχε ] μετέσχε would be preferable. E. Kurtz would read μετέχει , but the formal rules of grammar are not always observed! τῆς ἀρχῆθεν διατεταγμένης μοίρας. πωλεῖν δʼ οὐκ ἐξῆν. τοῖς τῶν πλησίον δʼ οἰκέταις ὡς ἰδίοις χρῆσθαι ἔθος ἦν, εἴ που δέοιντο, καὶ κυσὶ καὶ ἵπποις, εἰ μὴ οἱ δεσπόται χρῄζοιεν καὶ ἐν ἀγρῷ δὲ εἴ τίς τινος ἐλλιπὴς γενόμενος δεηθείη, ἀνοίξας καὶ βαστάσας τὰ ἐπιτήδεια τοῦ ἔχοντος, τὰ σημεῖα τὰ σημεῖα ] Bernardakis would place after ἀνοίξας , as is suggested from Xenophon, Constitution of Sparta , 6. 7. σημηνάμενος κατέλειπεν. ἐν τοῖς πολέμοις φοινικίσιν ἐχρῶντο· ἅμα μὲν γὰρ ἡ χρόα ἐδόκει αὐτοῖς ἀνδρικὴ εἶναι, ἅμα δὲ τὸ αἱματῶδες τοῦ χρώματος πλείονα τοῖς ἀπείροις φόβον παρέχει παρέχει ] παρέχειν some mss. , καὶ τὸ μὴ εὐπερίφωρον δὲ τοῖς πολεμίοις εἶναι, ἐάν τις αὐτῶν πληγῇ, ἀλλὰ διαλανθάνειν διὰ τὸ ὁμόχρουν χρήσιμον. ὅταν στρατηγήματι τοὺς πολεμίους νικήσωσι, βοῦν τῷ Ἄρει θύουσιν· ὅταν δʼ ἐκ τοῦ φανεροῦ, ἀλεκτρυόνα, ἐθίζοντες τοὺς ἡγουμένους οὐ μόνον πολεμικοὺς ἀλλὰ καὶ στρατηγικοὺς εἶναι.