προστάττοντος δέ τινος αὐτῷ ἰατροῦ περιεργοτέραν θεραπείαν καὶ οὐχ ἁπλῆν, νὴ τὼ θεὼ νὴ τὼ θεώ ] ναὶ τὼ σιώ Cobetus φησὶν οὐ πάντως μοι πρόκειται ζῆν οὐδὲ πάντα ἀναδέχομαι. ἐφεστὼς δέ ποτε τῷ βωμῷ τῆς Χαλκιοίκου βουθυτῶν, ἐπειδὴ φθεὶρ αὐτὸν ἔδακεν, οὐ διετράπη λαβὼν δὲ περιφανῶς ἐναντίον πάντων ἀπέκτεινε, προσειπών νὴ τοὺς θεοὺς ἡδέως τὸν ἐπίβουλον καὶ ἐπὶ τῷ βωμῷ.