ἐπαινοῦντος δέ τινος ῥήτορα ἐπὶ τῷ δυνατῶς αὔξειν τὰ μικρὰ πράγματα, οὐδὲ σκυτοτόμον ἔφησεν εἶναι σπουδαῖον, ὃς μικρῷ ποδὶ ὑποδήματα μεγάλα περιτίθησι. φαμένου δὲ τινός ποτε πρὸς αὐτὸν ὡμολόγηκας, καὶ πολλάκις τὸ αὐτὸ λέγοντος, ναὶ δῆτα, εἴ γʼ ἐστὶ δίκαιον ἔφη εἰ δὲ μή, ἔλεξα μέν, ὡμολόγησα ὡμολόγηκας - ὡμολόγησα ] ὤμοσας (malim ὀμώμοκας ) ὤμοσα Cobetus δὲ οὔ. ἐπειπόντος δὲ ἀλλὰ μὴν δεῖ τοὺς βασιλεῖς ἐπιτελεῖν ὅ τι κεν κεφαλῇ κεφαλῇ ] cf. Hom. A 524 κατανεύσωσιν, οὐ μᾶλλον ἔφη ἢ τοὺς προσιόντας τοῖς βασιλεῦσιν αἰτεῖσθαι δεῖ τὰ δίκαια καὶ λέγειν, στοχαζομένους τε τοῦ καιροῦ καὶ τοῦ ἁρμόζοντος τοῖς βασιλεῦσιν.